잠언 16장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 잠언 (Proverbs) · 29절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | — | The preparations of the heart in man, and the answer of the tongue, is from the Lord. |
| 2 | πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ θεῷ οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται | All the ways of a man are clean in his own eyes; but the Lord weigheth the spirits. |
| 3 | — | Commit thy works unto the Lord, and thy thoughts shall be established. |
| 4 | — | The Lord hath made all things for himself: yea, even the wicked for the day of evil. |
| 5 | ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθῳωθήσεται | Every one that is proud in heart is an abomination to the Lord: though hand join in hand, he shall not be unpunished. |
| 6 | — | By mercy and truth iniquity is purged: and by the fear of the Lord men depart from evil. |
| 7 | ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια δεκτὰ δὲ παρὰ θεῷ μᾶλλον ἢ θύειν θυσίας | When a man’s ways please the Lord, he maketh even his enemies to be at peace with him. |
| 8 | ὁ ζητῶν τὸν κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην | Better is a little with righteousness than great revenues without right. |
| 9 | πάντα τὰ ἔργα τοῦ κυρίου μετὰ δικαιοσύνης φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν | A man’s heart deviseth his way: but the Lord directeth his steps. |
| 10 | μαντεῖον ἐπὶ χείλεσιν βασιλέως ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ | A divine sentence is in the lips of the king: his mouth transgresseth not in judgment. |
| 11 | ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ κυρίῳ τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια | A just weight and balance are the Lord’s: all the weights of the bag are his work. |
| 12 | βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακά μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς | It is an abomination to kings to commit wickedness: for the throne is established by righteousness. |
| 13 | δεκτὰ βασιλεῖ χείλη δίκαια λόγους δὲ ὀρθοὺς ἀγαπᾷ | Righteous lips are the delight of kings; and they love him that speaketh right. |
| 14 | θυμὸς βασιλέως ἄγγελος θανάτου ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν | The wrath of a king is as messengers of death: but a wise man will pacify it. |
| 15 | ἐν φωτὶ ζωῆς υἱὸς βασιλέως οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον | In the light of the king’s countenance is life; and his favour is as a cloud of the latter rain. |
| 16 | νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον | How much better is it to get wisdom than gold! and to get understanding rather to be chosen than silver! |
| 17 | τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδούς τηρεῖ τὴν ἑαυτοῦ ψυχήν ἀγαπῶν δὲ ζωὴν αὐτοῦ φείσεται στόματος αὐτοῦ | The highway of the upright is to depart from evil: he that keepeth his way preserveth his soul. |
| 18 | πρὸ συντριβῆς ἡγεῖται ὕβρις πρὸ δὲ πτώματος κακοφροσύνη | Pride goeth before destruction, and an haughty spirit before a fall. |
| 19 | κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν | Better it is to be of an humble spirit with the lowly, than to divide the spoil with the proud. |
| 20 | συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν πεποιθὼς δὲ ἐπὶ θεῷ μακαριστός | He that handleth a matter wisely shall find good: and whoso trusteth in the Lord, happy is he. |
| 21 | τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται | The wise in heart shall be called prudent: and the sweetness of the lips increaseth learning. |
| 22 | πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις παιδεία δὲ ἀφρόνων κακή | Understanding is a wellspring of life unto him that hath it: but the instruction of fools is folly. |
| 23 | καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην | The heart of the wise teacheth his mouth, and addeth learning to his lips. |
| 24 | κηρία μέλιτος λόγοι καλοί γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς | Pleasant words are as an honeycomb, sweet to the soul, and health to the bones. |
| 25 | εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου | There is a way that seemeth right unto a man, but the end thereof are the ways of death. |
| 26 | ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν | He that laboureth laboureth for himself; for his mouth craveth it of him. |
| 27 | ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ | An ungodly man diggeth up evil: and in his lips there is as a burning fire. |
| 28 | ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει φίλους | A froward man soweth strife: and a whisperer separateth chief friends. |
| 29 | ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς | A violent man enticeth his neighbour, and leadeth him into the way that is not good. |
| 30 | στηρίζων ὀφθαλμοὺς αὐτοῦ λογίζεται διεστραμμένα ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά οὗτος κάμινός ἐστιν κακίας | He shutteth his eyes to devise froward things: moving his lips he bringeth evil to pass. |
| 31 | στέφανος καυχήσεως γῆρας ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται | The hoary head is a crown of glory, if it be found in the way of righteousness. |
| 32 | κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν | He that is slow to anger is better than the mighty; and he that ruleth his spirit than he that taketh a city. |
| 33 | εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις παρὰ δὲ κυρίου πάντα τὰ δίκαια | The lot is cast into the lap; but the whole disposing thereof is of the Lord. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL