잠언 15장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 잠언 (Proverbs) · 32절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς | A soft answer turneth away wrath: but grievous words stir up anger. |
| 2 | γλῶσσα σοφῶν καλὰ ἐπίσταται στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά | The tongue of the wise useth knowledge aright: but the mouth of fools poureth out foolishness. |
| 3 | ἐν παντὶ τόπῳ ὀφθαλμοὶ κυρίου σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς | The eyes of the Lord are in every place, beholding the evil and the good. |
| 4 | ἴασις γλώσσης δένδρον ζωῆς ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος | A wholesome tongue is a tree of life: but perverseness therein is a breach in the spirit. |
| 5 | ἄφρων μυκτηρίζει παιδείαν πατρός ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος | A fool despiseth his father’s instruction: but he that regardeth reproof is prudent. |
| 6 | ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται οἴκοις δικαίων ἰσχὺς πολλή καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται | In the house of the righteous is much treasure: but in the revenues of the wicked is trouble. |
| 7 | χείλη σοφῶν δέδεται αἰσθήσει καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς | The lips of the wise disperse knowledge: but the heart of the foolish doeth not so. |
| 8 | θυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ’ αὐτῷ | The sacrifice of the wicked is an abomination to the Lord: but the prayer of the upright is his delight. |
| 9 | βδέλυγμα κυρίῳ ὁδοὶ ἀσεβοῦς διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ | The way of the wicked is an abomination unto the Lord: but he loveth him that followeth after righteousness. |
| 10 | παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς | Correction is grievous unto him that forsaketh the way: and he that hateth reproof shall die. |
| 11 | ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων | Hell and destruction are before the Lord: how much more then the hearts of the children of men? |
| 12 | οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει | A scorner loveth not one that reproveth him: neither will he go unto the wise. |
| 13 | καρδίας εὐφραινομένης πρόσωπον θάλλει ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει | A merry heart maketh a cheerful countenance: but by sorrow of the heart the spirit is broken. |
| 14 | καρδία ὀρθὴ ζητεῖ αἴσθησιν στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά | The heart of him that hath understanding seeketh knowledge: but the mouth of fools feedeth on foolishness. |
| 15 | πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός | All the days of the afflicted are evil: but he that is of a merry heart hath a continual feast. |
| 16 | κρείσσων μικρὰ μερὶς μετὰ φόβου κυρίου ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας | Better is little with the fear of the Lord than great treasure and trouble therewith. |
| 17 | κρείσσων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ παράθεσις μόσχων μετὰ ἔχθρας | Better is a dinner of herbs where love is, than a stalled ox and hatred therewith. |
| 18 | ἀνὴρ θυμώδης παρασκευάζει μάχας μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον | A wrathful man stirreth up strife: but he that is slow to anger appeaseth strife. |
| 19 | ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι | The way of the slothful man is as an hedge of thorns: but the way of the righteous is made plain. |
| 20 | υἱὸς σοφὸς εὐφραίνει πατέρα υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ | A wise son maketh a glad father: but a foolish man despiseth his mother. |
| 21 | ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται | Folly is joy to him that is destitute of wisdom: but a man of understanding walketh uprightly. |
| 22 | ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή | Without counsel purposes are disappointed: but in the multitude of counsellors they are established. |
| 23 | οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ | A man hath joy by the answer of his mouth: and a word spoken in due season, how good is it! |
| 24 | ὁδοὶ ζωῆς διανοήματα συνετοῦ ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ | The way of life is above to the wise, that he may depart from hell beneath. |
| 25 | οἴκους ὑβριστῶν κατασπᾷ κύριος ἐστήρισεν δὲ ὅριον χήρας | The Lord will destroy the house of the proud: but he will establish the border of the widow. |
| 26 | βδέλυγμα κυρίῳ λογισμὸς ἄδικος ἁγνῶν δὲ ῥήσεις σεμναί | The thoughts of the wicked are an abomination to the Lord: but the words of the pure are pleasant words. |
| 27 | ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήμπτης ὁ δὲ μισῶν δώρων λήμψεις σῴζεται ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι τῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ | He that is greedy of gain troubleth his own house; but he that hateth gifts shall live. |
| 28 | καρδίαι δικαίων μελετῶσιν πίστεις στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά δεκταὶ παρὰ κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται | The heart of the righteous studieth to answer: but the mouth of the wicked poureth out evil things. |
| 29 | μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν εὐχαῖς δὲ δικαίων ἐπακούει κρείσσων ὀλίγη λῆμψις μετὰ δικαιοσύνης ἢ πολλὰ γενήματα μετὰ ἀδικίας καρδία ἀνδρὸς λογιζέσθω δίκαια ἵνα ὑπὸ τοῦ θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ | The Lord is far from the wicked: but he heareth the prayer of the righteous. |
| 30 | θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ | The light of the eyes rejoiceth the heart: and a good report maketh the bones fat. |
| 31 | — | The ear that heareth the reproof of life abideth among the wise. |
| 32 | ὃς ἀπωθεῖται παιδείαν μισεῖ ἑαυτόν ὁ δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ | He that refuseth instruction despiseth his own soul: but he that heareth reproof getteth understanding. |
| 33 | φόβος θεοῦ παιδεία καὶ σοφία καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ | The fear of the Lord is the instruction of wisdom; and before honour is humility. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL