잠언 17장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 잠언 (Proverbs) · 28절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | κρείσσων ψωμὸς μεθ’ ἡδονῆς ἐν εἰρήνῃ ἢ οἶκος πλήρης πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης | Better is a dry morsel, and quietness therewith, than an house full of sacrifices with strife. |
| 2 | οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη | A wise servant shall have rule over a son that causeth shame, and shall have part of the inheritance among the brethren. |
| 3 | ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός οὕτως ἐκλεκταὶ καρδίαι παρὰ κυρίῳ | The fining pot is for silver, and the furnace for gold: but the Lord trieth the hearts. |
| 4 | κακὸς ὑπακούει γλώσσης παρανόμων δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν | A wicked doer giveth heed to false lips; and a liar giveth ear to a naughty tongue. |
| 5 | ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται | Whoso mocketh the poor reproacheth his Maker: and he that is glad at calamities shall not be unpunished. |
| 6 | στέφανος γερόντων τέκνα τέκνων καύχημα δὲ τέκνων πατέρες αὐτῶν τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός | Children’s children are the crown of old men; and the glory of children are their fathers. |
| 7 | οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ οὐδὲ δικαίῳ χείλη ψευδῆ | Excellent speech becometh not a fool: much less do lying lips a prince. |
| 8 | μισθὸς χαρίτων ἡ παιδεία τοῖς χρωμένοις οὗ δ’ ἂν ἐπιστρέψῃ εὐοδωθήσεται | A gift is as a precious stone in the eyes of him that hath it: whithersoever it turneth, it prospereth. |
| 9 | ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν ὃς δὲ μισεῖ κρύπτειν διίστησιν φίλους καὶ οἰκείους | He that covereth a transgression seeketh love; but he that repeateth a matter separateth very friends. |
| 10 | συντρίβει ἀπειλὴ καρδίαν φρονίμου ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται | A reproof entereth more into a wise man than an hundred stripes into a fool. |
| 11 | ἀντιλογίας ἐγείρει πᾶς κακός ὁ δὲ κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ | An evil man seeketh only rebellion: therefore a cruel messenger shall be sent against him. |
| 12 | ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά | Let a bear robbed of her whelps meet a man, rather than a fool in his folly. |
| 13 | ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθῶν οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ | Whoso rewardeth evil for good, evil shall not depart from his house. |
| 14 | ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη | The beginning of strife is as when one letteth out water: therefore leave off contention, before it be meddled with. |
| 15 | ὃς δίκαιον κρίνει τὸν ἄδικον ἄδικον δὲ τὸν δίκαιον ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεῷ | He that justifieth the wicked, and he that condemneth the just, even they both are abomination to the Lord. |
| 16 | ἵνα τί ὑπῆρξεν χρήματα ἄφρονι κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον ζητεῖ συντριβήν ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά | Wherefore is there a price in the hand of a fool to get wisdom, seeing he hath no heart to it? |
| 17 | εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν τούτου γὰρ χάριν γεννῶνται | A friend loveth at all times, and a brother is born for adversity. |
| 18 | ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ φίλον | A man void of understanding striketh hands, and becometh surety in the presence of his friend. |
| 19 | φιλαμαρτήμων χαίρει μάχαις | He loveth transgression that loveth strife: and he that exalteth his gate seeketh destruction. |
| 20 | ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά | He that hath a froward heart findeth no good: and he that hath a perverse tongue falleth into mischief. |
| 21 | καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ | He that begetteth a fool doeth it to his sorrow: and the father of a fool hath no joy. |
| 22 | καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ | A merry heart doeth good like a medicine: but a broken spirit drieth the bones. |
| 23 | λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦνται ὁδοί ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης | A wicked man taketh a gift out of the bosom to pervert the ways of judgment. |
| 24 | πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ’ ἄκρα γῆς | Wisdom is before him that hath understanding; but the eyes of a fool are in the ends of the earth. |
| 25 | ὀργὴ πατρὶ υἱὸς ἄφρων καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ | A foolish son is a grief to his father, and bitterness to her that bare him. |
| 26 | ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις | Also to punish the just is not good, nor to strike princes for equity. |
| 27 | ὃς φείδεται ῥῆμα προέσθαι σκληρόν ἐπιγνώμων μακρόθυμος δὲ ἀνὴρ φρόνιμος | He that hath knowledge spareth his words: and a man of understanding is of an excellent spirit. |
| 28 | ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι | Even a fool, when he holdeth his peace, is counted wise: and he that shutteth his lips is esteemed a man of understanding. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL