잠언 14장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 잠언 (Proverbs) · 35절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους ἡ δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς | Every wise woman buildeth her house: but the foolish plucketh it down with her hands. |
| 2 | ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται | He that walketh in his uprightness feareth the Lord: but he that is perverse in his ways despiseth him. |
| 3 | ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως χείλη δὲ σοφῶν φυλάσσει αὐτούς | In the mouth of the foolish is a rod of pride: but the lips of the wise shall preserve them. |
| 4 | οὗ μή εἰσιν βόες φάτναι καθαραί οὗ δὲ πολλὰ γενήματα φανερὰ βοὸς ἰσχύς | Where no oxen are, the crib is clean: but much increase is by the strength of the ox. |
| 5 | μάρτυς πιστὸς οὐ ψεύδεται ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος | A faithful witness will not lie: but a false witness will utter lies. |
| 6 | ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής | A scorner seeketh wisdom, and findeth it not: but knowledge is easy unto him that understandeth. |
| 7 | πάντα ἐναντία ἀνδρὶ ἄφρονι ὅπλα δὲ αἰσθήσεως χείλη σοφά | Go from the presence of a foolish man, when thou perceivest not in him the lips of knowledge. |
| 8 | σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ | The wisdom of the prudent is to understand his way: but the folly of fools is deceit. |
| 9 | οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν οἰκίαι δὲ δικαίων δεκταί | Fools make a mock at sin: but among the righteous there is favour. |
| 10 | καρδία ἀνδρὸς αἰσθητική λυπηρὰ ψυχὴ αὐτοῦ ὅταν δὲ εὐφραίνηται οὐκ ἐπιμείγνυται ὕβρει | The heart knoweth his own bitterness; and a stranger doth not intermeddle with his joy. |
| 11 | οἰκίαι ἀσεβῶν ἀφανισθήσονται σκηναὶ δὲ κατορθούντων στήσονται | The house of the wicked shall be overthrown: but the tabernacle of the upright shall flourish. |
| 12 | ἔστιν ὁδὸς ἣ δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου | There is a way which seemeth right unto a man, but the end thereof are the ways of death. |
| 13 | ἐν εὐφροσύναις οὐ προσμείγνυται λύπη τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται | Even in laughter the heart is sorrowful; and the end of that mirth is heaviness. |
| 14 | τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός | The backslider in heart shall be filled with his own ways: and a good man shall be satisfied from himself. |
| 15 | ἄκακος πιστεύει παντὶ λόγῳ πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν | The simple believeth every word: but the prudent man looketh well to his going. |
| 16 | σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μείγνυται ἀνόμῳ | A wise man feareth, and departeth from evil: but the fool rageth, and is confident. |
| 17 | ὀξύθυμος πράσσει μετὰ ἀβουλίας ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει | He that is soon angry dealeth foolishly: and a man of wicked devices is hated. |
| 18 | μεριοῦνται ἄφρονες κακίαν οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως | The simple inherit folly: but the prudent are crowned with knowledge. |
| 19 | ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων | The evil bow before the good; and the wicked at the gates of the righteous. |
| 20 | φίλοι μισήσουσιν φίλους πτωχούς φίλοι δὲ πλουσίων πολλοί | The poor is hated even of his own neighbour: but the rich hath many friends. |
| 21 | ὁ ἀτιμάζων πένητας ἁμαρτάνει ἐλεῶν δὲ πτωχοὺς μακαριστός | He that despiseth his neighbour sinneth: but he that hath mercy on the poor, happy is he. |
| 22 | πλανώμενοι τεκταίνουσι κακά ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς | Do they not err that devise evil? but mercy and truth shall be to them that devise good. |
| 23 | ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται | In all labour there is profit: but the talk of the lips tendeth only to penury. |
| 24 | στέφανος σοφῶν πανοῦργος ἡ δὲ διατριβὴ ἀφρόνων κακή | The crown of the wise is their riches: but the foolishness of fools is folly. |
| 25 | ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός ἐκκαίει δὲ ψεύδη δόλιος | A true witness delivereth souls: but a deceitful witness speaketh lies. |
| 26 | ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα | In the fear of the Lord is strong confidence: and his children shall have a place of refuge. |
| 27 | πρόσταγμα κυρίου πηγὴ ζωῆς ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου | The fear of the Lord is a fountain of life, to depart from the snares of death. |
| 28 | ἐν πολλῷ ἔθνει δόξα βασιλέως ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου | In the multitude of people is the king’s honour: but in the want of people is the destruction of the prince. |
| 29 | μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων | He that is slow to wrath is of great understanding: but he that is hasty of spirit exalteth folly. |
| 30 | πραΰθυμος ἀνὴρ καρδίας ἰατρός σὴς δὲ ὀστέων καρδία αἰσθητική | A sound heart is the life of the flesh: but envy the rottenness of the bones. |
| 31 | ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν | He that oppresseth the poor reproacheth his Maker: but he that honoureth him hath mercy on the poor. |
| 32 | ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος | The wicked is driven away in his wickedness: but the righteous hath hope in his death. |
| 33 | ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται | Wisdom resteth in the heart of him that hath understanding: but that which is in the midst of fools is made known. |
| 34 | δικαιοσύνη ὑψοῖ ἔθνος ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι | Righteousness exalteth a nation: but sin is a reproach to any people. |
| 35 | δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν | The king’s favour is toward a wise servant: but his wrath is against him that causeth shame. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL