잠언 13장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 잠언 (Proverbs) · 25절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | υἱὸς πανοῦργος ὑπήκοος πατρί υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ | A wise son heareth his father’s instruction: but a scorner heareth not rebuke. |
| 2 | ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι | A man shall eat good by the fruit of his mouth: but the soul of the transgressors shall eat violence. |
| 3 | ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα τηρεῖ τὴν ἑαυτοῦ ψυχήν ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν | He that keepeth his mouth keepeth his life: but he that openeth wide his lips shall have destruction. |
| 4 | ἐν ἐπιθυμίαις ἐστὶν πᾶς ἀεργός χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ | The soul of the sluggard desireth, and hath nothing: but the soul of the diligent shall be made fat. |
| 5 | λόγον ἄδικον μισεῖ δίκαιος ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν | A righteous man hateth lying: but a wicked man is loathsome, and cometh to shame. |
| 6 | δικαιοσύνη φυλάσσει ἀκάκους τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία | Righteousness keepeth him that is upright in the way: but wickedness overthroweth the sinner. |
| 7 | εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ | There is that maketh himself rich, yet hath nothing: there is that maketh himself poor, yet hath great riches. |
| 8 | λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν | The ransom of a man’s life are his riches: but the poor heareth not rebuke. |
| 9 | φῶς δικαίοις διὰ παντός φῶς δὲ ἀσεβῶν σβέννυται ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις δίκαιοι δὲ οἰκτίρουσιν καὶ ἐλεῶσιν | The light of the righteous rejoiceth: but the lamp of the wicked shall be put out. |
| 10 | κακὸς μεθ’ ὕβρεως πράσσει κακά οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί | Only by pride cometh contention: but with the well advised is wisdom. |
| 11 | ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται ὁ δὲ συνάγων ἑαυτῷ μετ’ εὐσεβείας πληθυνθήσεται δίκαιος οἰκτίρει καὶ κιχρᾷ | Wealth gotten by vanity shall be diminished: but he that gathereth by labour shall increase. |
| 12 | κρείσσων ἐναρχόμενος βοηθῶν καρδίᾳ τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή | Hope deferred maketh the heart sick: but when the desire cometh, it is a tree of life. |
| 13 | ὃς καταφρονεῖ πράγματος καταφρονηθήσεται ὑπ’ αὐτοῦ ὁ δὲ φοβούμενος ἐντολήν οὗτος ὑγιαίνει υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ | Whoso despiseth the word shall be destroyed: but he that feareth the commandment shall be rewarded. |
| 14 | νόμος σοφοῦ πηγὴ ζωῆς ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται | The law of the wise is a fountain of life, to depart from the snares of death. |
| 15 | σύνεσις ἀγαθὴ δίδωσιν χάριν τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ | Good understanding giveth favour: but the way of transgressors is hard. |
| 16 | πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν | Every prudent man dealeth with knowledge: but a fool layeth open his folly. |
| 17 | βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά ἄγγελος δὲ πιστὸς ῥύσεται αὐτόν | A wicked messenger falleth into mischief: but a faithful ambassador is health. |
| 18 | πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται | Poverty and shame shall be to him that refuseth instruction: but he that regardeth reproof shall be honoured. |
| 19 | ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως | The desire accomplished is sweet to the soul: but it is abomination to fools to depart from evil. |
| 20 | ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται | He that walketh with wise men shall be wise: but a companion of fools shall be destroyed. |
| 21 | ἁμαρτάνοντας καταδιώξεται κακά τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά | Evil pursueth sinners: but to the righteous good shall be repayed. |
| 22 | ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβὼν | A good man leaveth an inheritance to his children’s children: and the wealth of the sinner is laid up for the just. |
| 23 | δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά ἄδικοι δὲ ἀπολοῦνται συντόμως | Much food is in the tillage of the poor: but there is that is destroyed for want of judgment. |
| 24 | ὃς φείδεται τῆς βακτηρίας μισεῖ τὸν υἱὸν αὐτοῦ ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει | He that spareth his rod hateth his son: but he that loveth him chasteneth him betimes. |
| 25 | δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς | The righteous eateth to the satisfying of his soul: but the belly of the wicked shall want. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL