잠언 12장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 잠언 (Proverbs) · 28절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσθησιν ὁ δὲ μισῶν ἐλέγχους ἄφρων | Whoso loveth instruction loveth knowledge: but he that hateth reproof is brutish. |
| 2 | κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται | A good man obtaineth favour of the Lord: but a man of wicked devices will he condemn. |
| 3 | οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται | A man shall not be established by wickedness: but the root of the righteous shall not be moved. |
| 4 | γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός | A virtuous woman is a crown to her husband: but she that maketh ashamed is as rottenness in his bones. |
| 5 | λογισμοὶ δικαίων κρίματα κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους | The thoughts of the righteous are right: but the counsels of the wicked are deceit. |
| 6 | λόγοι ἀσεβῶν δόλιοι στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς | The words of the wicked are to lie in wait for blood: but the mouth of the upright shall deliver them. |
| 7 | οὗ ἐὰν στραφῇ ἀσεβὴς ἀφανίζεται οἶκοι δὲ δικαίων παραμένουσιν | The wicked are overthrown, and are not: but the house of the righteous shall stand. |
| 8 | στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός νωθροκάρδιος δὲ μυκτηρίζεται | A man shall be commended according to his wisdom: but he that is of a perverse heart shall be despised. |
| 9 | κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου | He that is despised, and hath a servant, is better than he that honoureth himself, and lacketh bread. |
| 10 | δίκαιος οἰκτίρει ψυχὰς κτηνῶν αὐτοῦ τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα | A righteous man regardeth the life of his beast: but the tender mercies of the wicked are cruel. |
| 11 | ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν | He that tilleth his land shall be satisfied with bread: but he that followeth vain persons is void of understanding. |
| 12 | ἐπιθυμίαι ἀσεβῶν κακαί αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν | The wicked desireth the net of evil men: but the root of the righteous yieldeth fruit. |
| 13 | δῑ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος ὁ βλέπων λεῖα ἐλεηθήσεται ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς | The wicked is snared by the transgression of his lips: but the just shall come out of trouble. |
| 14 | ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ | A man shall be satisfied with good by the fruit of his mouth: and the recompence of a man’s hands shall be rendered unto him. |
| 15 | ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν εἰσακούει δὲ συμβουλίας σοφός | The way of a fool is right in his own eyes: but he that hearkeneth unto counsel is wise. |
| 16 | ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος | A fool’s wrath is presently known: but a prudent man covereth shame. |
| 17 | ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος | He that speaketh truth sheweth forth righteousness: but a false witness deceit. |
| 18 | εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρᾳ γλῶσσαι δὲ σοφῶν ἰῶνται | There is that speaketh like the piercings of a sword: but the tongue of the wise is health. |
| 19 | χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον | The lip of truth shall be established for ever: but a lying tongue is but for a moment. |
| 20 | δόλος ἐν καρδίᾳ τεκταινομένου κακά οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται | Deceit is in the heart of them that imagine evil: but to the counsellors of peace is joy. |
| 21 | οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν | There shall no evil happen to the just: but the wicked shall be filled with mischief. |
| 22 | βδέλυγμα κυρίῳ χείλη ψευδῆ ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ’ αὐτῷ | Lying lips are abomination to the Lord: but they that deal truly are his delight. |
| 23 | ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς | A prudent man concealeth knowledge: but the heart of fools proclaimeth foolishness. |
| 24 | χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς δόλιοι δὲ ἔσονται εἰς προνομήν | The hand of the diligent shall bear rule: but the slothful shall be under tribute. |
| 25 | φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν | Heaviness in the heart of man maketh it stoop: but a good word maketh it glad. |
| 26 | ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς ἁμαρτάνοντας καταδιώξεται κακά ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς | The righteous is more excellent than his neighbour: but the way of the wicked seduceth them. |
| 27 | οὐκ ἐπιτεύξεται δόλιος θήρας κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός | The slothful man roasteth not that which he took in hunting: but the substance of a diligent man is precious. |
| 28 | ἐν ὁδοῖς δικαιοσύνης ζωή ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον | In the way of righteousness is life; and in the pathway thereof there is no death. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL