욥기 30장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 욥기 (Job) · 31절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | νυνὶ δὲ κατεγέλασάν μου ἐλάχιστοι νῦν νουθετοῦσίν με ἐν μέρει ὧν ἐξουδένουν πατέρας αὐτῶν οὓς οὐχ ἡγησάμην εἶναι ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων | But now they that are younger than I have me in derision, whose fathers I would have disdained to have set with the dogs of my flock. |
| 2 | καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι ἐπ’ αὐτοὺς ἀπώλετο συντέλεια | Yea, whereto might the strength of their hands profit me, in whom old age was perished? |
| 3 | ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν | For want and famine they were solitary; fleeing into the wilderness in former time desolate and waste. |
| 4 | οἱ περικλῶντες ἅλιμα ἐπὶ ἠχοῦντι οἵτινες ἅλιμα ἦν αὐτῶν τὰ σῖτα ἄτιμοι δὲ καὶ πεφαυλισμένοι ἐνδεεῖς παντὸς ἀγαθοῦ οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου | Who cut up mallows by the bushes, and juniper roots for their meat. |
| 5 | ἐπανέστησάν μοι κλέπται | They were driven forth from among men, (they cried after them as after a thief;) |
| 6 | ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν | To dwell in the clifts of the valleys, in caves of the earth, and in the rocks. |
| 7 | ἀνὰ μέσον εὐήχων βοήσονται οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο | Among the bushes they brayed; under the nettles they were gathered together. |
| 8 | ἀφρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς | They were children of fools, yea, children of base men: they were viler than the earth. |
| 9 | νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν καὶ ἐμὲ θρύλημα ἔχουσιν | And now am I their song, yea, I am their byword. |
| 10 | ἐβδελύξαντο δέ με ἀποστάντες μακράν ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον | They abhor me, they flee far from me, and spare not to spit in my face. |
| 11 | ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέν με καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλαν | Because he hath loosed my cord, and afflicted me, they have also let loose the bridle before me. |
| 12 | ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν πόδα αὐτῶν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπ’ ἐμὲ τρίβους ἀπωλείας αὐτῶν | Upon my right hand rise the youth; they push away my feet, and they raise up against me the ways of their destruction. |
| 13 | ἐξετρίβησαν τρίβοι μου ἐξέδυσεν γάρ μου τὴν στολήν | They mar my path, they set forward my calamity, they have no helper. |
| 14 | βέλεσιν αὐτοῦ κατηκόντισέν με κέχρηταί μοι ὡς βούλεται ἐν ὀδύναις πέφυρμαι | They came upon me as a wide breaking in of waters: in the desolation they rolled themselves upon me. |
| 15 | ἐπιστρέφονται δέ μου αἱ ὀδύναι ᾤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου | Terrors are turned upon me: they pursue my soul as the wind: and my welfare passeth away as a cloud. |
| 16 | καὶ νῦν ἐπ’ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου ἔχουσιν δέ με ἡμέραι ὀδυνῶν | And now my soul is poured out upon me; the days of affliction have taken hold upon me. |
| 17 | νυκτὶ δέ μου τὰ ὀστᾶ συγκέκαυται τὰ δὲ νεῦρά μου διαλέλυται | My bones are pierced in me in the night season: and my sinews take no rest. |
| 18 | ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχεν με | By the great force of my disease is my garment changed: it bindeth me about as the collar of my coat. |
| 19 | ἥγησαι δέ με ἴσα πηλῷ ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς | He hath cast me into the mire, and I am become like dust and ashes. |
| 20 | κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ εἰσακούεις μου ἔστησαν καὶ κατενόησάν με | I cry unto thee, and thou dost not hear me: I stand up, and thou regardest me not. |
| 21 | ἐπέβης δέ μοι ἀνελεημόνως χειρὶ κραταιᾷ με ἐμαστίγωσας | Thou art become cruel to me: with thy strong hand thou opposest thyself against me. |
| 22 | ἔταξας δέ με ἐν ὀδύναις καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας | Thou liftest me up to the wind; thou causest me to ride upon it, and dissolvest my substance. |
| 23 | οἶδα γὰρ ὅτι θάνατός με ἐκτρίψει οἰκία γὰρ παντὶ θνητῷ γῆ | For I know that thou wilt bring me to death, and to the house appointed for all living. |
| 24 | εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι ἢ δεηθείς γε ἑτέρου καὶ ποιήσει μοι τοῦτο | Howbeit he will not stretch out his hand to the grave, though they cry in his destruction. |
| 25 | ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις | Did not I weep for him that was in trouble? was not my soul grieved for the poor? |
| 26 | ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν | When I looked for good, then evil came unto me: and when I waited for light, there came darkness. |
| 27 | ἡ κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσεται προέφθασάν με ἡμέραι πτωχείας | My bowels boiled, and rested not: the days of affliction prevented me. |
| 28 | στένων πεπόρευμαι ἄνευ φιμοῦ ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς | I went mourning without the sun: I stood up, and I cried in the congregation. |
| 29 | ἀδελφὸς γέγονα σειρήνων ἑταῖρος δὲ στρουθῶν | I am a brother to dragons, and a companion to owls. |
| 30 | τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος | My skin is black upon me, and my bones are burned with heat. |
| 31 | ἀπέβη δὲ εἰς πάθος μου ἡ κιθάρα ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί | My harp also is turned to mourning, and my organ into the voice of them that weep. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL