욥기 31장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 욥기 (Job) · 40절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου καὶ οὐ συνήσω ἐπὶ παρθένον | I made a covenant with mine eyes; why then should I think upon a maid? |
| 2 | καὶ τί ἐμέρισεν ὁ θεὸς ἀπάνωθεν καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων | For what portion of God is there from above? and what inheritance of the Almighty from on high? |
| 3 | οὐχὶ ἀπώλεια τῷ ἀδίκῳ καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν | Is not destruction to the wicked? and a strange punishment to the workers of iniquity? |
| 4 | οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται | Doth not he see my ways, and count all my steps? |
| 5 | εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον | If I have walked with vanity, or if my foot hath hasted to deceit; |
| 6 | ἱσταίη με ἄρα ἐν ζυγῷ δικαίῳ οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου | Let me be weighed in an even balance, that God may know mine integrity. |
| 7 | εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου εἰ δὲ καὶ ταῖς χερσίν μου ἡψάμην δώρων | If my step hath turned out of the way, and mine heart walked after mine eyes, and if any blot hath cleaved to mine hands; |
| 8 | σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς | Then let me sow, and let another eat; yea, let my offspring be rooted out. |
| 9 | εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς | If mine heart have been deceived by a woman, or if I have laid wait at my neighbour’s door; |
| 10 | ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ τὰ δὲ νήπιά μου ταπεινωθείη | Then let my wife grind unto another, and let others bow down upon her. |
| 11 | θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα | For this is an heinous crime; yea, it is an iniquity to be punished by the judges. |
| 12 | πῦρ γάρ ἐστιν καιόμενον ἐπὶ πάντων τῶν μερῶν οὗ δ’ ἂν ἐπέλθῃ ἐκ ῥιζῶν ἀπώλεσεν | For it is a fire that consumeth to destruction, and would root out all mine increase. |
| 13 | εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης κρινομένων αὐτῶν πρός με | If I did despise the cause of my manservant or of my maidservant, when they contended with me; |
| 14 | τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιήσηται ὁ κύριος ἐὰν δὲ καὶ ἐπισκοπήν τίνα ἀπόκρισιν ποιήσομαι | What then shall I do when God riseth up? and when he visiteth, what shall I answer him? |
| 15 | πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί καὶ ἐκεῖνοι γεγόνασιν γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ | Did not he that made me in the womb make him? and did not one fashion us in the womb? |
| 16 | ἀδύνατοι δὲ χρείαν ἥν ποτ’ εἶχον οὐκ ἀπέτυχον χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα | If I have withheld the poor from their desire, or have caused the eyes of the widow to fail; |
| 17 | εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα | Or have eaten my morsel myself alone, and the fatherless hath not eaten thereof; |
| 18 | ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα | (For from my youth he was brought up with me, as with a father, and I have guided her from my mother’s womb;) |
| 19 | εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα | If I have seen any perish for want of clothing, or any poor without covering; |
| 20 | ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν | If his loins have not blessed me, and if he were not warmed with the fleece of my sheep; |
| 21 | εἰ ἐπῆρα ὀρφανῷ χεῖρα πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν | If I have lifted up my hand against the fatherless, when I saw my help in the gate: |
| 22 | ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνός μου συντριβείη | Then let mine arm fall from my shoulder blade, and mine arm be broken from the bone. |
| 23 | φόβος γὰρ κυρίου συνέσχεν με καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω | For destruction from God was a terror to me, and by reason of his highness I could not endure. |
| 24 | εἰ ἔταξα χρυσίον ἰσχύν μου εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα | If I have made gold my hope, or have said to the fine gold, Thou art my confidence; |
| 25 | εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου εἰ δὲ καὶ ἐπ’ ἀναριθμήτοις ἐθέμην χεῖρά μου | If I rejoiced because my wealth was great, and because mine hand had gotten much; |
| 26 | ἦ οὐχ ὁρῶ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα σελήνην δὲ φθίνουσαν οὐ γὰρ ἐπ’ αὐτοῖς ἐστιν | If I beheld the sun when it shined, or the moon walking in brightness; |
| 27 | καὶ εἰ ἠπατήθη λάθρᾳ ἡ καρδία μου εἰ δὲ καὶ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα | And my heart hath been secretly enticed, or my mouth hath kissed my hand: |
| 28 | καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη ὅτι ἐψευσάμην ἐναντίον κυρίου τοῦ ὑψίστου | This also were an iniquity to be punished by the judge: for I should have denied the God that is above. |
| 29 | εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου καὶ εἶπεν ἡ καρδία μου εὖγε | If I rejoiced at the destruction of him that hated me, or lifted up myself when evil found him: |
| 30 | ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου θρυληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος | Neither have I suffered my mouth to sin by wishing a curse to his soul. |
| 31 | εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι λίαν μου χρηστοῦ ὄντος | If the men of my tabernacle said not, Oh that we had of his flesh! we cannot be satisfied. |
| 32 | ἔξω δὲ οὐκ ηὐλίζετο ξένος ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο | The stranger did not lodge in the street: but I opened my doors to the traveller. |
| 33 | εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου | If I covered my transgressions as Adam, by hiding mine iniquity in my bosom: |
| 34 | οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ | Did I fear a great multitude, or did the contempt of families terrify me, that I kept silence, and went not out of the door? |
| 35 | τίς δῴη ἀκούοντά μου χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν συγγραφὴν δέ ἣν εἶχον κατά τινος | Oh that one would hear me! behold, my desire is, that the Almighty would answer me, and that mine adversary had written a book. |
| 36 | ἐπ’ ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον | Surely I would take it upon my shoulder, and bind it as a crown to me. |
| 37 | καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα οὐθὲν λαβὼν παρὰ χρεοφειλέτου | I would declare unto him the number of my steps; as a prince would I go near unto him. |
| 38 | εἰ ἐπ’ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν | If my land cry against me, or that the furrows likewise thereof complain; |
| 39 | εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα | If I have eaten the fruits thereof without money, or have caused the owners thereof to lose their life: |
| 40 | ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη ἀντὶ δὲ κριθῆς βάτος καὶ ἐπαύσατο Ιωβ ῥήμασιν | Let thistles grow instead of wheat, and cockle instead of barley. The words of Job are ended. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL