욥기 29장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 욥기 (Job) · 25절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ | Moreover Job continued his parable, and said, |
| 2 | τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν ὧν με ὁ θεὸς ἐφύλαξεν | Oh that I were as in months past, as in the days when God preserved me; |
| 3 | ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει | When his candle shined upon my head, and when by his light I walked through darkness; |
| 4 | ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς ὅτε ὁ θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου | As I was in the days of my youth, when the secret of God was upon my tabernacle; |
| 5 | ὅτε ἤμην ὑλώδης λίαν κύκλῳ δέ μου οἱ παῖδες | When the Almighty was yet with me, when my children were about me; |
| 6 | ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι | When I washed my steps with butter, and the rock poured me out rivers of oil; |
| 7 | ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος | When I went out to the gate through the city, when I prepared my seat in the street! |
| 8 | ἰδόντες με νεανίσκοι ἐκρύβησαν πρεσβῦται δὲ πάντες ἔστησαν | The young men saw me, and hid themselves: and the aged arose, and stood up. |
| 9 | ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες δάκτυλον ἐπιθέντες ἐπὶ στόματι | The princes refrained talking, and laid their hand on their mouth. |
| 10 | οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη | The nobles held their peace, and their tongue cleaved to the roof of their mouth. |
| 11 | ὅτι οὖς ἤκουσεν καὶ ἐμακάρισέν με ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν | When the ear heard me, then it blessed me; and when the eye saw me, it gave witness to me: |
| 12 | διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθός ἐβοήθησα | Because I delivered the poor that cried, and the fatherless, and him that had none to help him. |
| 13 | εὐλογία ἀπολλυμένου ἐπ’ ἐμὲ ἔλθοι στόμα δὲ χήρας με εὐλόγησεν | The blessing of him that was ready to perish came upon me: and I caused the widow’s heart to sing for joy. |
| 14 | δικαιοσύνην δὲ ἐνεδεδύκειν ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι | I put on righteousness, and it clothed me: my judgment was as a robe and a diadem. |
| 15 | ὀφθαλμὸς ἤμην τυφλῶν ποὺς δὲ χωλῶν | I was eyes to the blind, and feet was I to the lame. |
| 16 | ἐγὼ ἤμην πατὴρ ἀδυνάτων δίκην δέ ἣν οὐκ ᾔδειν ἐξιχνίασα | I was a father to the poor: and the cause which I knew not I searched out. |
| 17 | συνέτριψα δὲ μύλας ἀδίκων ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα | And I brake the jaws of the wicked, and plucked the spoil out of his teeth. |
| 18 | εἶπα δέ ἡ ἡλικία μου γηράσει ὥσπερ στέλεχος φοίνικος πολὺν χρόνον βιώσω | Then I said, I shall die in my nest, and I shall multiply my days as the sand. |
| 19 | ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου | My root was spread out by the waters, and the dew lay all night upon my branch. |
| 20 | ἡ δόξα μου καινὴ μετ’ ἐμοῦ καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύσεται | My glory was fresh in me, and my bow was renewed in my hand. |
| 21 | ἐμοῦ ἀκούσαντες προσέσχον ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ | Unto me men gave ear, and waited, and kept silence at my counsel. |
| 22 | ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν | After my words they spake not again; and my speech dropped upon them. |
| 23 | ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν | And they waited for me as for the rain; and they opened their mouth wide as for the latter rain. |
| 24 | ἐὰν γελάσω πρὸς αὐτούς οὐ μὴ πιστεύσωσιν καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν | If I laughed on them, they believed it not; and the light of my countenance they cast not down. |
| 25 | ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις ὃν τρόπον παθεινοὺς παρακαλῶν | I chose out their way, and sat chief, and dwelt as a king in the army, as one that comforteth the mourners. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL