호세아 8장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 호세아 (Hosea) · 14절
- 1 εἰς κόλπον αὐτῶν ὡς γῆ ὡς ἀετὸς ἐπ’ οἶκον κυρίου ἀνθ’ ὧν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν
- 2 ἐμὲ κεκράξονται ὁ θεός ἐγνώκαμέν σε
- 3 ὅτι Ισραηλ ἀπεστρέψατο ἀγαθά ἐχθρὸν κατεδίωξαν
- 4 ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δῑ ἐμοῦ ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα ὅπως ἐξολεθρευθῶσιν
- 5 ἀπότριψαι τὸν μόσχον σου Σαμάρεια παρωξύνθη ὁ θυμός μου ἐπ’ αὐτούς ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι
- 6 ἐν τῷ Ισραηλ καὶ αὐτὸ τέκτων ἐποίησεν καὶ οὐ θεός ἐστιν διότι πλανῶν ἦν ὁ μόσχος σου Σαμάρεια
- 7 ὅτι ἀνεμόφθορα ἔσπειραν καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον ἐὰν δὲ καὶ ποιήσῃ ἀλλότριοι καταφάγονται αὐτό
- 8 κατεπόθη Ισραηλ νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον
- 9 ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους ἀνέθαλεν καθ’ ἑαυτὸν Εφραιμ δῶρα ἠγάπησαν
- 10 διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσιν νῦν εἰσδέξομαι αὐτούς καὶ κοπάσουσιν μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας
- 11 ὅτι ἐπλήθυνεν Εφραιμ θυσιαστήρια εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα
- 12 καταγράψω αὐτῷ πλῆθος καὶ τὰ νόμιμα αὐτοῦ εἰς ἀλλότρια ἐλογίσθησαν θυσιαστήρια τὰ ἠγαπημένα
- 13 διότι ἐὰν θύσωσιν θυσίαν καὶ φάγωσιν κρέα κύριος οὐ προσδέξεται αὐτά νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται
- 14 καὶ ἐπελάθετο Ισραηλ τοῦ ποιήσαντος αὐτὸν καὶ ᾠκοδόμησαν τεμένη καὶ Ιουδας ἐπλήθυνεν πόλεις τετειχισμένας καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν
- 📚 OT LXX Accented 책 목록
- 개역개정판 (1998)로
- 개역한글판 (1961)로
- 표준새번역 (1993)로
- King James Version로
- KJV 와 나란히
- 🌐 다른 언어·판
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗