호세아 7장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 호세아 (Hosea) · 16절
- 1 ἐν τῷ ἰάσασθαί με τὸν Ισραηλ καὶ ἀποκαλυφθήσεται ἡ ἀδικία Εφραιμ καὶ ἡ κακία Σαμαρείας ὅτι ἠργάσαντο ψευδῆ καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ
- 2 ὅπως συνᾴδωσιν ὡς συνᾴδοντες τῇ καρδίᾳ αὐτῶν πάσας τὰς κακίας αὐτῶν ἐμνήσθην νῦν ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτῶν ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο
- 3 ἐν ταῖς κακίαις αὐτῶν εὔφραναν βασιλεῖς καὶ ἐν τοῖς ψεύδεσιν αὐτῶν ἄρχοντας
- 4 πάντες μοιχεύοντες ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός ἀπὸ φυράσεως στέατος ἕως τοῦ ζυμωθῆναι αὐτό
- 5 αἱ ἡμέραι τῶν βασιλέων ὑμῶν ἤρξαντο οἱ ἄρχοντες θυμοῦσθαι ἐξ οἴνου ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν
- 6 διότι ἀνεκαύθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν ἐν τῷ καταράσσειν αὐτούς ὅλην τὴν νύκτα ὕπνου Εφραιμ ἐνεπλήσθη πρωὶ ἐγενήθη ἀνεκαύθη ὡς πυρὸς φέγγος
- 7 πάντες ἐθερμάνθησαν ὡς κλίβανος καὶ κατέφαγον τοὺς κριτὰς αὐτῶν πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσαν οὐκ ἦν ὁ ἐπικαλούμενος ἐν αὐτοῖς πρός με
- 8 Εφραιμ ἐν τοῖς λαοῖς αὐτοῦ συνανεμείγνυτο Εφραιμ ἐγένετο ἐγκρυφίας οὐ μεταστρεφόμενος
- 9 κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ αὐτὸς δὲ οὐκ ἐπέγνω καὶ πολιαὶ ἐξήνθησαν αὐτῷ καὶ αὐτὸς οὐκ ἔγνω
- 10 καὶ ταπεινωθήσεται ἡ ὕβρις Ισραηλ εἰς πρόσωπον αὐτοῦ καὶ οὐκ ἐπέστρεψαν πρὸς κύριον τὸν θεὸν αὐτῶν καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις
- 11 καὶ ἦν Εφραιμ ὡς περιστερὰ ἄνους οὐκ ἔχουσα καρδίαν Αἴγυπτον ἐπεκαλεῖτο καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν
- 12 καθὼς ἂν πορεύωνται ἐπιβαλῶ ἐπ’ αὐτοὺς τὸ δίκτυόν μου καθὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτούς παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν
- 13 οὐαὶ αὐτοῖς ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ δείλαιοί εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμέ ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψεύδη
- 14 καὶ οὐκ ἐβόησαν πρός με αἱ καρδίαι αὐτῶν ἀλλ’ ἢ ὠλόλυζον ἐν ταῖς κοίταις αὐτῶν ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο ἐπαιδεύθησαν ἐν ἐμοί
- 15 κἀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτῶν καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά
- 16 ἀπεστράφησαν εἰς οὐθέν ἐγένοντο ὡς τόξον ἐντεταμένον πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δῑ ἀπαιδευσίαν γλώσσης αὐτῶν οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ
- 📚 OT LXX Accented 책 목록
- 개역개정판 (1998)로
- 개역한글판 (1961)로
- 표준새번역 (1993)로
- King James Version로
- KJV 와 나란히
- 🌐 다른 언어·판
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗