잠언 5장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 잠언 (Proverbs) · 23절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | υἱέ ἐμῇ σοφίᾳ πρόσεχε ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς | My son, attend unto my wisdom, and bow thine ear to my understanding: |
| 2 | ἵνα φυλάξῃς ἔννοιαν ἀγαθήν αἴσθησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι | That thou mayest regard discretion, and that thy lips may keep knowledge. |
| 3 | μὴ πρόσεχε φαύλῃ γυναικί μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα | For the lips of a strange woman drop as an honeycomb, and her mouth is smoother than oil: |
| 4 | ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου | But her end is bitter as wormwood, sharp as a twoedged sword. |
| 5 | τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται | Her feet go down to death; her steps take hold on hell. |
| 6 | ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι | Lest thou shouldest ponder the path of life, her ways are moveable, that thou canst not know them. |
| 7 | νῦν οὖν υἱέ ἄκουέ μου καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους | Hear me now therefore, O ye children, and depart not from the words of my mouth. |
| 8 | μακρὰν ποίησον ἀπ’ αὐτῆς σὴν ὁδόν μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς | Remove thy way far from her, and come not nigh the door of her house: |
| 9 | ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν | Lest thou give thine honour unto others, and thy years unto the cruel: |
| 10 | ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων εἰσέλθωσιν | Lest strangers be filled with thy wealth; and thy labours be in the house of a stranger; |
| 11 | καὶ μεταμεληθήσῃ ἐπ’ ἐσχάτων ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου | And thou mourn at the last, when thy flesh and thy body are consumed, |
| 12 | καὶ ἐρεῖς πῶς ἐμίσησα παιδείαν καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου | And say, How have I hated instruction, and my heart despised reproof; |
| 13 | οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με οὐδὲ παρέβαλλον τὸ οὖς μου | And have not obeyed the voice of my teachers, nor inclined mine ear to them that instructed me! |
| 14 | παρ’ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς | I was almost in all evil in the midst of the congregation and assembly. |
| 15 | πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς | Drink waters out of thine own cistern, and running waters out of thine own well. |
| 16 | μὴ ὑπερεκχείσθω σοι τὰ ὕδατα ἐκ τῆς σῆς πηγῆς εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα | Let thy fountains be dispersed abroad, and rivers of waters in the streets. |
| 17 | ἔστω σοι μόνῳ ὑπάρχοντα καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι | Let them be only thine own, and not strangers’ with thee. |
| 18 | ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου | Let thy fountain be blessed: and rejoice with the wife of thy youth. |
| 19 | ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ | Let her be as the loving hind and pleasant roe; let her breasts satisfy thee at all times; and be thou ravished always with her love. |
| 20 | μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας | And why wilt thou, my son, be ravished with a strange woman, and embrace the bosom of a stranger? |
| 21 | ἐνώπιον γάρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει | For the ways of man are before the eyes of the Lord, and he pondereth all his goings. |
| 22 | παρανομίαι ἄνδρα ἀγρεύουσιν σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται | His own iniquities shall take the wicked himself, and he shall be holden with the cords of his sins. |
| 23 | οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερρίφη καὶ ἀπώλετο δῑ ἀφροσύνην | He shall die without instruction; and in the greatness of his folly he shall go astray. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL