잠언 4장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 잠언 (Proverbs) · 26절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | ἀκούσατε παῖδες παιδείαν πατρὸς καὶ προσέχετε γνῶναι ἔννοιαν | Hear, ye children, the instruction of a father, and attend to know understanding. |
| 2 | δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε | For I give you good doctrine, forsake ye not my law. |
| 3 | υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός | For I was my father’s son, tender and only beloved in the sight of my mother. |
| 4 | οἳ ἔλεγον καὶ ἐδίδασκόν με ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν | He taught me also, and said unto me, Let thine heart retain my words: keep my commandments, and live. |
| 5 | φύλασσε ἐντολάς μὴ ἐπιλάθῃ μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος | Get wisdom, get understanding: forget it not; neither decline from the words of my mouth. |
| 6 | μηδὲ ἐγκαταλίπῃς αὐτήν καὶ ἀνθέξεταί σου ἐράσθητι αὐτῆς καὶ τηρήσει σε | Forsake her not, and she shall preserve thee: love her, and she shall keep thee. |
| 7 | — | Wisdom is the principal thing; therefore get wisdom: and with all thy getting get understanding. |
| 8 | περιχαράκωσον αὐτήν καὶ ὑψώσει σε τίμησον αὐτήν ἵνα σε περιλάβῃ | Exalt her, and she shall promote thee: she shall bring thee to honour, when thou dost embrace her. |
| 9 | ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου | She shall give to thine head an ornament of grace: a crown of glory shall she deliver to thee. |
| 10 | ἄκουε υἱέ καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωῆς σου ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου | Hear, O my son, and receive my sayings; and the years of thy life shall be many. |
| 11 | ὁδοὺς γὰρ σοφίας διδάσκω σε ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς | I have taught thee in the way of wisdom; I have led thee in right paths. |
| 12 | ἐὰν γὰρ πορεύῃ οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις | When thou goest, thy steps shall not be straitened; and when thou runnest, thou shalt not stumble. |
| 13 | ἐπιλαβοῦ ἐμῆς παιδείας μὴ ἀφῇς ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου | Take fast hold of instruction; let her not go: keep her; for she is thy life. |
| 14 | ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων | Enter not into the path of the wicked, and go not in the way of evil men. |
| 15 | ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν μὴ ἐπέλθῃς ἐκεῖ ἔκκλινον δὲ ἀπ’ αὐτῶν καὶ παράλλαξον | Avoid it, pass not by it, turn from it, and pass away. |
| 16 | οὐ γὰρ μὴ ὑπνώσωσιν ἐὰν μὴ κακοποιήσωσιν ἀφῄρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται | For they sleep not, except they have done mischief; and their sleep is taken away, unless they cause some to fall. |
| 17 | οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας οἴνῳ δὲ παρανόμῳ μεθύσκονται | For they eat the bread of wickedness, and drink the wine of violence. |
| 18 | αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν προπορεύονται καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡ ἡμέρα | But the path of the just is as the shining light, that shineth more and more unto the perfect day. |
| 19 | αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί οὐκ οἴδασιν πῶς προσκόπτουσιν | The way of the wicked is as darkness: they know not at what they stumble. |
| 20 | υἱέ ἐμῇ ῥήσει πρόσεχε τοῖς δὲ ἐμοῖς λόγοις παράβαλε σὸν οὖς | My son, attend to my words; incline thine ear unto my sayings. |
| 21 | ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου φύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ | Let them not depart from thine eyes; keep them in the midst of thine heart. |
| 22 | ζωὴ γάρ ἐστιν τοῖς εὑρίσκουσιν αὐτὰς καὶ πάσῃ σαρκὶ ἴασις | For they are life unto those that find them, and health to all their flesh. |
| 23 | πάσῃ φυλακῇ τήρει σὴν καρδίαν ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς | Keep thy heart with all diligence; for out of it are the issues of life. |
| 24 | περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι | Put away from thee a froward mouth, and perverse lips put far from thee. |
| 25 | οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν τὰ δὲ βλέφαρά σου νευέτω δίκαια | Let thine eyes look right on, and let thine eyelids look straight before thee. |
| 26 | ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶν καὶ τὰς ὁδούς σου κατεύθυνε | Ponder the path of thy feet, and let all thy ways be established. |
| 27 | μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ θεός διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει | Turn not to the right hand nor to the left: remove thy foot from evil. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL