잠언 2장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 잠언 (Proverbs) · 22절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | υἱέ ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ | My son, if thou wilt receive my words, and hide my commandments with thee; |
| 2 | ὑπακούσεται σοφίας τὸ οὖς σου καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου | So that thou incline thine ear unto wisdom, and apply thine heart to understanding; |
| 3 | ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου τὴν δὲ αἴσθησιν ζητήσῃς μεγάλῃ τῇ φωνῇ | Yea, if thou criest after knowledge, and liftest up thy voice for understanding; |
| 4 | καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν | If thou seekest her as silver, and searchest for her as for hid treasures; |
| 5 | τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις | Then shalt thou understand the fear of the Lord, and find the knowledge of God. |
| 6 | ὅτι κύριος δίδωσιν σοφίαν καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις | For the Lord giveth wisdom: out of his mouth cometh knowledge and understanding. |
| 7 | καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν | He layeth up sound wisdom for the righteous: he is a buckler to them that walk uprightly. |
| 8 | τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει | He keepeth the paths of judgment, and preserveth the way of his saints. |
| 9 | τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς | Then shalt thou understand righteousness, and judgment, and equity; yea, every good path. |
| 10 | ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ | When wisdom entereth into thine heart, and knowledge is pleasant unto thy soul; |
| 11 | βουλὴ καλὴ φυλάξει σε ἔννοια δὲ ὁσία τηρήσει σε | Discretion shall preserve thee, understanding shall keep thee: |
| 12 | ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν | To deliver thee from the way of the evil man, from the man that speaketh froward things; |
| 13 | ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους | Who leave the paths of uprightness, to walk in the ways of darkness; |
| 14 | οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ | Who rejoice to do evil, and delight in the frowardness of the wicked; |
| 15 | ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν | Whose ways are crooked, and they froward in their paths: |
| 16 | τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης | To deliver thee from the strange woman, even from the stranger which flattereth with her words; |
| 17 | υἱέ μή σε καταλάβῃ κακὴ βουλὴ ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη | Which forsaketh the guide of her youth, and forgetteth the covenant of her God. |
| 18 | ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς καὶ παρὰ τῷ ᾅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς | For her house inclineth unto death, and her paths unto the dead. |
| 19 | πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς | None that go unto her return again, neither take they hold of the paths of life. |
| 20 | εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους | That thou mayest walk in the way of good men, and keep the paths of the righteous. |
| 21 | χρηστοὶ ἔσονται οἰκήτορες γῆς ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ | For the upright shall dwell in the land, and the perfect shall remain in it. |
| 22 | ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ’ αὐτῆς | But the wicked shall be cut off from the earth, and the transgressors shall be rooted out of it. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL