잠언 1장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 잠언 (Proverbs) · 33절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | παροιμίαι Σαλωμῶντος υἱοῦ Δαυιδ ὃς ἐβασίλευσεν ἐν Ισραηλ | The proverbs of Solomon the son of David, king of Israel; |
| 2 | γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως | To know wisdom and instruction; to perceive the words of understanding; |
| 3 | δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν | To receive the instruction of wisdom, justice, and judgment, and equity; |
| 4 | ἵνα δῷ ἀκάκοις πανουργίαν παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν | To give subtilty to the simple, to the young man knowledge and discretion. |
| 5 | τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται | A wise man will hear, and will increase learning; and a man of understanding shall attain unto wise counsels: |
| 6 | νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα | To understand a proverb, and the interpretation; the words of the wise, and their dark sayings. |
| 7 | ἀρχὴ σοφίας φόβος θεοῦ σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν | The fear of the Lord is the beginning of knowledge: but fools despise wisdom and instruction. |
| 8 | ἄκουε υἱέ παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου | My son, hear the instruction of thy father, and forsake not the law of thy mother: |
| 9 | στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ | For they shall be an ornament of grace unto thy head, and chains about thy neck. |
| 10 | υἱέ μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς μηδὲ βουληθῇς ἐὰν παρακαλέσωσί σε λέγοντες | My son, if sinners entice thee, consent thou not. |
| 11 | ἐλθὲ μεθ’ ἡμῶν κοινώνησον αἵματος κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως | If they say, Come with us, let us lay wait for blood, let us lurk privily for the innocent without cause: |
| 12 | καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς | Let us swallow them up alive as the grave; and whole, as those that go down into the pit: |
| 13 | τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων | We shall find all precious substance, we shall fill our houses with spoil: |
| 14 | τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν | Cast in thy lot among us; let us all have one purse: |
| 15 | μὴ πορευθῇς ἐν ὁδῷ μετ’ αὐτῶν ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν | My son, walk not thou in the way with them; refrain thy foot from their path: |
| 16 | οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα | For their feet run to evil, and make haste to shed blood. |
| 17 | οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς | Surely in vain the net is spread in the sight of any bird. |
| 18 | αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή | And they lay wait for their own blood; they lurk privily for their own lives. |
| 19 | αὗται αἱ ὁδοί εἰσιν πάντων τῶν συντελούντων τὰ ἄνομα τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται | So are the ways of every one that is greedy of gain; which taketh away the life of the owners thereof. |
| 20 | σοφία ἐν ἐξόδοις ὑμνεῖται ἐν δὲ πλατείαις παρρησίαν ἄγει | Wisdom crieth without; she uttereth her voice in the streets: |
| 21 | ἐπ’ ἄκρων δὲ τειχέων κηρύσσεται ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει | She crieth in the chief place of concourse, in the openings of the gates: in the city she uttereth her words, saying, |
| 22 | ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης οὐκ αἰσχυνθήσονται οἱ δὲ ἄφρονες τῆς ὕβρεως ὄντες ἐπιθυμηταί ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν | How long, ye simple ones, will ye love simplicity? and the scorners delight in their scorning, and fools hate knowledge? |
| 23 | καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον | Turn you at my reproof: behold, I will pour out my spirit unto you, I will make known my words unto you. |
| 24 | ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε | Because I have called, and ye refused; I have stretched out my hand, and no man regarded; |
| 25 | ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε | But ye have set at nought all my counsel, and would none of my reproof: |
| 26 | τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι καταχαροῦμαι δέ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος | I also will laugh at your calamity; I will mock when your fear cometh; |
| 27 | καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος | When your fear cometh as desolation, and your destruction cometh as a whirlwind; when distress and anguish cometh upon you. |
| 28 | ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν | Then shall they call upon me, but I will not answer; they shall seek me early, but they shall not find me: |
| 29 | ἐμίσησαν γὰρ σοφίαν τὸν δὲ φόβον τοῦ κυρίου οὐ προείλαντο | For that they hated knowledge, and did not choose the fear of the Lord: |
| 30 | οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους | They would none of my counsel: they despised all my reproof. |
| 31 | τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται | Therefore shall they eat of the fruit of their own way, and be filled with their own devices. |
| 32 | ἀνθ’ ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσονται καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ | For the turning away of the simple shall slay them, and the prosperity of fools shall destroy them. |
| 33 | ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ’ ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ | But whoso hearkeneth unto me shall dwell safely, and shall be quiet from fear of evil. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL