로그인

잠언 26장 OT LXX Accented

OT LXX Accented · 고대 그리스어(헬라어) · 잠언 (Proverbs) · 28절 · 대역: King James Version

절OT LXX AccentedKing James Version
1 ὥσπερ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει οὕτως οὐκ ἔστιν ἄφρονι τιμή As snow in summer, and as rain in harvest, so honour is not seemly for a fool.
2 ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί As the bird by wandering, as the swallow by flying, so the curse causeless shall not come.
3 ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ οὕτως ῥάβδος ἔθνει παρανόμῳ A whip for the horse, a bridle for the ass, and a rod for the fool’s back.
4 μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ Answer not a fool according to his folly, lest thou also be like unto him.
5 ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ ἵνα μὴ φαίνηται σοφὸς παρ’ ἑαυτῷ Answer a fool according to his folly, lest he be wise in his own conceit.
6 ἐκ τῶν ἑαυτοῦ ποδῶν ὄνειδος πίεται ὁ ἀποστείλας δῑ ἀγγέλου ἄφρονος λόγον He that sendeth a message by the hand of a fool cutteth off the feet, and drinketh damage.
7 ἀφελοῦ πορείαν σκελῶν καὶ παροιμίαν ἐκ στόματος ἀφρόνων The legs of the lame are not equal: so is a parable in the mouth of fools.
8 ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν As he that bindeth a stone in a sling, so is he that giveth honour to a fool.
9 ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων As a thorn goeth up into the hand of a drunkard, so is a parable in the mouth of fools.
10 πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν The great God that formed all things both rewardeth the fool, and rewardeth transgressors.
11 ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις As a dog returneth to his vomit, so a fool returneth to his folly.
12 εἶδον ἄνδρα δόξαντα παρ’ ἑαυτῷ σοφὸν εἶναι ἐλπίδα μέντοι ἔσχεν μᾶλλον ἄφρων αὐτοῦ Seest thou a man wise in his own conceit? there is more hope of a fool than of him.
13 λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν λέων ἐν ταῖς ὁδοῖς The slothful man saith, There is a lion in the way; a lion is in the streets.
14 ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ As the door turneth upon his hinges, so doth the slothful upon his bed.
15 κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ τὸ στόμα The slothful hideth his hand in his bosom; it grieveth him to bring it again to his mouth.
16 σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν The sluggard is wiser in his own conceit than seven men that can render a reason.
17 ὥσπερ ὁ κρατῶν κέρκου κυνός οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως He that passeth by, and meddleth with strife belonging not to him, is like one that taketh a dog by the ears.
18 ὥσπερ οἱ ἰώμενοι προβάλλουσιν λόγους εἰς ἀνθρώπους ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται As a mad man who casteth firebrands, arrows, and death,
19 οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους ὅταν δὲ φωραθῶσιν λέγουσιν ὅτι παίζων ἔπραξα So is the man that deceiveth his neighbour, and saith, Am not I in sport?
20 ἐν πολλοῖς ξύλοις θάλλει πῦρ ὅπου δὲ οὐκ ἔστιν δίθυμος ἡσυχάζει μάχη Where no wood is, there the fire goeth out: so where there is no talebearer, the strife ceaseth.
21 ἐσχάρα ἄνθραξιν καὶ ξύλα πυρί ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης As coals are to burning coals, and wood to fire; so is a contentious man to kindle strife.
22 λόγοι κερκώπων μαλακοί οὗτοι δὲ τύπτουσιν εἰς ταμίεια σπλάγχνων The words of a talebearer are as wounds, and they go down into the innermost parts of the belly.
23 ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον χείλη λεῖα καρδίαν καλύπτει λυπηράν Burning lips and a wicked heart are like a potsherd covered with silver dross.
24 χείλεσιν πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρός ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους He that hateth dissembleth with his lips, and layeth up deceit within him;
25 ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ μὴ πεισθῇς ἑπτὰ γάρ εἰσιν πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ When he speaketh fair, believe him not: for there are seven abominations in his heart.
26 ὁ κρύπτων ἔχθραν συνίστησιν δόλον ἐκκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν συνεδρίοις Whose hatred is covered by deceit, his wickedness shall be shewed before the whole congregation.
27 ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν ὁ δὲ κυλίων λίθον ἐφ’ ἑαυτὸν κυλίει Whoso diggeth a pit shall fall therein: and he that rolleth a stone, it will return upon him.
28 γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας A lying tongue hateth those that are afflicted by it; and a flattering mouth worketh ruin.

OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL