잠언 25장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 잠언 (Proverbs) · 28절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | αὗται αἱ παιδεῖαι σαλωμῶντος αἱ ἀδιάκριτοι ἃς ἐξεγράψαντο οἱ φίλοι Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας | These are also proverbs of Solomon, which the men of Hezekiah king of Judah copied out. |
| 2 | δόξα θεοῦ κρύπτει λόγον δόξα δὲ βασιλέως τιμᾷ πράγματα | It is the glory of God to conceal a thing: but the honour of kings is to search out a matter. |
| 3 | οὐρανὸς ὑψηλός γῆ δὲ βαθεῖα καρδία δὲ βασιλέως ἀνεξέλεγκτος | The heaven for height, and the earth for depth, and the heart of kings is unsearchable. |
| 4 | τύπτε ἀδόκιμον ἀργύριον καὶ καθαρισθήσεται καθαρὸν ἅπαν | Take away the dross from the silver, and there shall come forth a vessel for the finer. |
| 5 | κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ | Take away the wicked from before the king, and his throne shall be established in righteousness. |
| 6 | μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο | Put not forth thyself in the presence of the king, and stand not in the place of great men: |
| 7 | κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι ἀνάβαινε πρός με ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου ἃ εἶδον οἱ ὀφθαλμοί σου λέγε | For better it is that it be said unto thee, Come up hither; than that thou shouldest be put lower in the presence of the prince whom thine eyes have seen. |
| 8 | μὴ πρόσπιπτε εἰς μάχην ταχέως ἵνα μὴ μεταμεληθῇς ἐπ’ ἐσχάτων ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος | Go not forth hastily to strive, lest thou know not what to do in the end thereof, when thy neighbour hath put thee to shame. |
| 9 | ἀναχώρει εἰς τὰ ὀπίσω μὴ καταφρόνει | Debate thy cause with thy neighbour himself; and discover not a secret to another: |
| 10 | μή σε ὀνειδίσῃ μὲν ὁ φίλος ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται ἀλλ’ ἔσται σοι ἴση θανάτῳ χάρις καὶ φιλία ἐλευθεροῖ ἃς τήρησον σεαυτῷ ἵνα μὴ ἐπονείδιστος γένῃ ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως | Lest he that heareth it put thee to shame, and thine infamy turn not away. |
| 11 | μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου οὕτως εἰπεῖν λόγον | A word fitly spoken is like apples of gold in pictures of silver. |
| 12 | εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελὲς δέδεται λόγος σοφὸς εἰς εὐήκοον οὖς | As an earring of gold, and an ornament of fine gold, so is a wise reprover upon an obedient ear. |
| 13 | ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ | As the cold of snow in the time of harvest, so is a faithful messenger to them that send him: for he refresheth the soul of his masters. |
| 14 | ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατοι οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ | Whoso boasteth himself of a false gift is like clouds and wind without rain. |
| 15 | ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ | By long forbearing is a prince persuaded, and a soft tongue breaketh the bone. |
| 16 | μέλι εὑρὼν φάγε τὸ ἱκανόν μήποτε πλησθεὶς ἐξεμέσῃς | Hast thou found honey? eat so much as is sufficient for thee, lest thou be filled therewith, and vomit it. |
| 17 | σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον μήποτε πλησθείς σου μισήσῃ σε | Withdraw thy foot from thy neighbour’s house; lest he be weary of thee, and so hate thee. |
| 18 | ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν ψευδῆ | A man that beareth false witness against his neighbour is a maul, and a sword, and a sharp arrow. |
| 19 | ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ | Confidence in an unfaithful man in time of trouble is like a broken tooth, and a foot out of joint. |
| 20 | ὥσπερ ὄξος ἕλκει ἀσύμφορον οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ ὥσπερ σὴς ἱματίῳ καὶ σκώληξ ξύλῳ οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν | As he that taketh away a garment in cold weather, and as vinegar upon nitre, so is he that singeth songs to an heavy heart. |
| 21 | ἐὰν πεινᾷ ὁ ἐχθρός σου τρέφε αὐτόν ἐὰν διψᾷ πότιζε αὐτόν | If thine enemy be hungry, give him bread to eat; and if he be thirsty, give him water to drink: |
| 22 | τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὁ δὲ κύριος ἀνταποδώσει σοι ἀγαθά | For thou shalt heap coals of fire upon his head, and the Lord shall reward thee. |
| 23 | ἄνεμος βορέας ἐξεγείρει νέφη πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει | The north wind driveth away rain: so doth an angry countenance a backbiting tongue. |
| 24 | κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ | It is better to dwell in the corner of the housetop, than with a brawling woman and in a wide house. |
| 25 | ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν | As cold waters to a thirsty soul, so is good news from a far country. |
| 26 | ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς | A righteous man falling down before the wicked is as a troubled fountain, and a corrupt spring. |
| 27 | ἐσθίειν μέλι πολὺ οὐ καλόν τιμᾶν δὲ χρὴ λόγους ἐνδόξους | It is not good to eat much honey: so for men to search their own glory is not glory. |
| 28 | ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει | He that hath no rule over his own spirit is like a city that is broken down, and without walls. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL