욥기 36장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 욥기 (Job) · 33절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | προσθεὶς δὲ Ελιους ἔτι λέγει | Elihu also proceeded, and said, |
| 2 | μεῖνόν με μικρὸν ἔτι ἵνα διδάξω σε ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις | Suffer me a little, and I will shew thee that I have yet to speak on God’s behalf. |
| 3 | ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν ἔργοις δέ μου δίκαια ἐρῶ | I will fetch my knowledge from afar, and will ascribe righteousness to my Maker. |
| 4 | ἐπ’ ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα ἀδίκως συνίεις | For truly my words shall not be false: he that is perfect in knowledge is with thee. |
| 5 | γίγνωσκε δὲ ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον δυνατὸς ἰσχύι καρδίας | Behold, God is mighty, and despiseth not any: he is mighty in strength and wisdom. |
| 6 | ἀσεβῆ οὐ μὴ ζωοποιήσει καὶ κρίμα πτωχῶν δώσει | He preserveth not the life of the wicked: but giveth right to the poor. |
| 7 | οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιεῖ αὐτοὺς εἰς νεῖκος καὶ ὑψωθήσονται | He withdraweth not his eyes from the righteous: but with kings are they on the throne; yea, he doth establish them for ever, and they are exalted. |
| 8 | καὶ εἰ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας | And if they be bound in fetters, and be holden in cords of affliction; |
| 9 | καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν ὅτι ἰσχύσουσιν | Then he sheweth them their work, and their transgressions that they have exceeded. |
| 10 | ἀλλὰ τοῦ δικαίου εἰσακούσεται καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας | He openeth also their ear to discipline, and commandeth that they return from iniquity. |
| 11 | ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις | If they obey and serve him, they shall spend their days in prosperity, and their years in pleasures. |
| 12 | ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν | But if they obey not, they shall perish by the sword, and they shall die without knowledge. |
| 13 | καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν οὐ βοήσονται ὅτι ἔδησεν αὐτούς | But the hypocrites in heart heap up wrath: they cry not when he bindeth them. |
| 14 | ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων | They die in youth, and their life is among the unclean. |
| 15 | ἀνθ’ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον κρίμα δὲ πραέων ἐκθήσει | He delivereth the poor in his affliction, and openeth their ears in oppression. |
| 16 | καὶ προσέτι ἠπάτησέν σε ἐκ στόματος ἐχθροῦ ἄβυσσος κατάχυσις ὑποκάτω αὐτῆς καὶ κατέβη τράπεζά σου πλήρης πιότητος | Even so would he have removed thee out of the strait into a broad place, where there is no straitness; and that which should be set on thy table should be full of fatness. |
| 17 | οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα | But thou hast fulfilled the judgment of the wicked: judgment and justice take hold on thee. |
| 18 | θυμὸς δὲ ἐπ’ ἀσεβεῖς ἔσται δῑ ἀσέβειαν δώρων ὧν ἐδέχοντο ἐπ’ ἀδικίαις | Because there is wrath, beware lest he take thee away with his stroke: then a great ransom cannot deliver thee. |
| 19 | μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν | Will he esteem thy riches? no, not gold, nor all the forces of strength. |
| 20 | μὴ ἐξελκύσῃς τὴν νύκτα τοῦ ἀναβῆναι λαοὺς ἀντ’ αὐτῶν | Desire not the night, when people are cut off in their place. |
| 21 | ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας | Take heed, regard not iniquity: for this hast thou chosen rather than affliction. |
| 22 | ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ τίς γάρ ἐστιν κατ’ αὐτὸν δυνάστης | Behold, God exalteth by his power: who teacheth like him? |
| 23 | τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα ἢ τίς ὁ εἴπας ἔπραξεν ἄδικα | Who hath enjoined him his way? or who can say, Thou hast wrought iniquity? |
| 24 | μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα ὧν ἦρξαν ἄνδρες | Remember that thou magnify his work, which men behold. |
| 25 | πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί | Every man may see it; man may behold it afar off. |
| 26 | ἰδοὺ ὁ ἰσχυρὸς πολύς καὶ οὐ γνωσόμεθα ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος | Behold, God is great, and we know him not, neither can the number of his years be searched out. |
| 27 | ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην | For he maketh small the drops of water: they pour down rain according to the vapour thereof: |
| 28 | ῥυήσονται παλαιώματα ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν ὥραν ἔθετο κτήνεσιν οἴδασιν δὲ κοίτης τάξιν ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος | Which the clouds do drop and distil upon man abundantly. |
| 29 | καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης ἰσότητα σκηνῆς αὐτοῦ | Also can any understand the spreadings of the clouds, or the noise of his tabernacle? |
| 30 | ἰδοὺ ἐκτείνει ἐπ’ αὐτὸν ηδω καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν | Behold, he spreadeth his light upon it, and covereth the bottom of the sea. |
| 31 | ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς δώσει τροφὴν τῷ ἰσχύοντι | For by them judgeth he the people; he giveth meat in abundance. |
| 32 | ἐπὶ χειρῶν ἐκάλυψεν φῶς καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι | With clouds he covereth the light; and commandeth it not to shine by the cloud that cometh betwixt. |
| 33 | ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ κτῆσις καὶ περὶ ἀδικίας | The noise thereof sheweth concerning it, the cattle also concerning the vapour. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL