욥기 27장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 욥기 (Job) · 23절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ | Moreover Job continued his parable, and said, |
| 2 | ζῇ κύριος ὃς οὕτω με κέκρικεν καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν | As God liveth, who hath taken away my judgment; and the Almighty, who hath vexed my soul; |
| 3 | ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν | All the while my breath is in me, and the spirit of God is in my nostrils; |
| 4 | μὴ λαλήσειν τὰ χείλη μου ἄνομα οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα | My lips shall not speak wickedness, nor my tongue utter deceit. |
| 5 | μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν | God forbid that I should justify you: till I die I will not remove mine integrity from me. |
| 6 | δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας | My righteousness I hold fast, and will not let it go: my heart shall not reproach me so long as I live. |
| 7 | οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν καὶ οἱ ἐπ’ ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων | Let mine enemy be as the wicked, and he that riseth up against me as the unrighteous. |
| 8 | καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται | For what is the hope of the hypocrite, though he hath gained, when God taketh away his soul? |
| 9 | ἦ τὴν δέησιν αὐτοῦ εἰσακούσεται κύριος ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης | Will God hear his cry when trouble cometh upon him? |
| 10 | μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ | Will he delight himself in the Almighty? will he always call upon God? |
| 11 | ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ κυρίου ἅ ἐστιν παρὰ παντοκράτορι οὐ ψεύσομαι | I will teach you by the hand of God: that which is with the Almighty will I not conceal. |
| 12 | ἰδοὺ δὴ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε | Behold, all ye yourselves have seen it; why then are ye thus altogether vain? |
| 13 | αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου κτῆμα δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπ’ αὐτούς | This is the portion of a wicked man with God, and the heritage of oppressors, which they shall receive of the Almighty. |
| 14 | ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ εἰς σφαγὴν ἔσονται ἐὰν δὲ καὶ ἀνδρωθῶσιν προσαιτήσουσιν | If his children be multiplied, it is for the sword: and his offspring shall not be satisfied with bread. |
| 15 | οἱ δὲ περιόντες αὐτοῦ ἐν θανάτῳ τελευτήσουσιν χήρας δὲ αὐτῶν οὐθεὶς ἐλεήσει | Those that remain of him shall be buried in death: and his widows shall not weep. |
| 16 | ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον | Though he heap up silver as the dust, and prepare raiment as the clay; |
| 17 | ταῦτα πάντα δίκαιοι περιποιήσονται τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν | He may prepare it, but the just shall put it on, and the innocent shall divide the silver. |
| 18 | ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη | He buildeth his house as a moth, and as a booth that the keeper maketh. |
| 19 | πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει ὀφθαλμοὺς αὐτοῦ διήνοιξεν καὶ οὐκ ἔστιν | The rich man shall lie down, but he shall not be gathered: he openeth his eyes, and he is not. |
| 20 | συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος | Terrors take hold on him as waters, a tempest stealeth him away in the night. |
| 21 | ἀναλήμψεται αὐτὸν καύσων καὶ ἀπελεύσεται καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ | The east wind carrieth him away, and he departeth: and as a storm hurleth him out of his place. |
| 22 | καὶ ἐπιρρίψει ἐπ’ αὐτὸν καὶ οὐ φείσεται ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται | For God shall cast upon him, and not spare: he would fain flee out of his hand. |
| 23 | κροτήσει ἐπ’ αὐτοῦ χεῖρας αὐτοῦ καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ | Men shall clap their hands at him, and shall hiss him out of his place. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL