시편 140편 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 시편 (Psalms) · 10절
- 1 ψαλμὸς τῷ Δαυιδ κύριε ἐκέκραξα πρὸς σέ εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ
- 2 κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή
- 3 θοῦ κύριε φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου
- 4 μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις ἀνομίαν καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν
- 5 παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν
- 6 κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν ἀκούσονται τὰ ῥήματά μου ὅτι ἡδύνθησαν
- 7 ὡσεὶ πάχος γῆς διερράγη ἐπὶ τῆς γῆς διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην
- 8 ὅτι πρὸς σέ κύριε κύριε οἱ ὀφθαλμοί μου ἐπὶ σὲ ἤλπισα μὴ ἀντανέλῃς τὴν ψυχήν μου
- 9 φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν
- 10 πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί κατὰ μόνας εἰμὶ ἐγὼ ἕως οὗ ἂν παρέλθω
- 📚 OT LXX Accented 책 목록
- 개역개정판 (1998)로
- 개역한글판 (1961)로
- 표준새번역 (1993)로
- King James Version로
- KJV 와 나란히
- 🌐 다른 언어·판
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗