로그인

사사기 21장 Septuagint Alternative Texts (2006)

Septuagint Alternative Texts (2006) · 고대 그리스어(헬라어) · 사사기 (Judges) · 25절 · 대역: King James Version

절Septuagint Alternative Texts (2006)King James Version
1 Καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν ἐν Μασσηφα λέγοντες Ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ Βενιαμιν εἰς γυναῖκα. Now the men of Israel had sworn in Mizpeh, saying, There shall not any of us give his daughter unto Benjamin to wife.
2 καὶ ἦλθεν ὁ λαὸς εἰς Βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἦραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν And the people came to the house of God, and abode there till even before God, and lifted up their voices, and wept sore;
3 καὶ εἶπαν Εἰς τί, κύριε θεὲ Ισραηλ, ἐγενήθη αὕτη, τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ Ισραηλ φυλὴν μίαν; And said, O Lord God of Israel, why is this come to pass in Israel, that there should be to day one tribe lacking in Israel?
4 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας. And it came to pass on the morrow, that the people rose early, and built there an altar, and offered burnt offerings and peace offerings.
5 καὶ εἶπον οἱ υἱοὶ Ισραηλ Τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν Ισραηλ πρὸς κύριον; ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσιν πρὸς κύριον εἰς Μασσηφα λέγοντες Θανάτῳ θανατωθήσεται. And the children of Israel said, Who is there among all the tribes of Israel that came not up with the congregation unto the Lord? For they had made a great oath concerning him that came not up to the Lord to Mizpeh, saying, He shall surely be put to death.
6 καὶ παρεκλήθησαν οἱ υἱοὶ Ισραηλ πρὸς Βενιαμιν ἀδελφὸν αὐτῶν καὶ εἶπαν Ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ Ισραηλ· And the children of Israel repented them for Benjamin their brother, and said, There is one tribe cut off from Israel this day.
7 τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας; καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας. How shall we do for wives for them that remain, seeing we have sworn by the Lord that we will not give them of our daughters to wives?
8 καὶ εἶπαν Τίς εἷς ἀπὸ φυλῶν Ισραηλ, ὃς οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφα; καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν. And they said, What one is there of the tribes of Israel that came not up to Mizpeh to the Lord? And, behold, there came none to the camp from Jabesh–gilead to the assembly.
9 καὶ ἐπεσκέπη ὁ λαός, καὶ οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων Ιαβις Γαλααδ. For the people were numbered, and, behold, there were none of the inhabitants of Jabesh–gilead there.
10 καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες Πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας Ιαβις Γαλααδ ἐν στόματι ῥομφαίας. And the congregation sent thither twelve thousand men of the valiantest, and commanded them, saying, Go and smite the inhabitants of Jabesh–gilead with the edge of the sword, with the women and the children.
11 καὶ τοῦτο ποιήσετε· πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εἰδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε, τὰς δὲ παρθένους περιποιήσεσθε. καὶ ἐποίησαν οὕτως. And this is the thing that ye shall do, Ye shall utterly destroy every male, and every woman that hath lain by man.
12 καὶ εὗρον ἀπὸ οἰκούντων Ιαβις Γαλααδ τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλων τὴν ἐν γῇ Χανααν. And they found among the inhabitants of Jabesh–gilead four hundred young virgins, that had known no man by lying with any male: and they brought them unto the camp to Shiloh, which is in the land of Canaan.
13 καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμιν ἐν τῇ πέτρᾳ Ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην. And the whole congregation sent some to speak to the children of Benjamin that were in the rock Rimmon, and to call peaceably unto them.
14 καὶ ἐπέστρεψεν Βενιαμιν πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ Ισραηλ τὰς γυναῖκας, ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων Ιαβις Γαλααδ· καὶ ἤρεσεν αὐτοῖς οὕτως. And Benjamin came again at that time; and they gave them wives which they had saved alive of the women of Jabesh–gilead: and yet so they sufficed them not.
15 Καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμιν, ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Ισραηλ. And the people repented them for Benjamin, because that the Lord had made a breach in the tribes of Israel.
16 καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς Τί ποιήσωμεν τοῖς περισσοῖς εἰς γυναῖκας; ὅτι ἠφανίσθη ἀπὸ Βενιαμιν γυνή. Then the elders of the congregation said, How shall we do for wives for them that remain, seeing the women are destroyed out of Benjamin?
17 καὶ εἶπαν Κληρονομία διασῳζομένων τῷ Βενιαμιν, καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ Ισραηλ· And they said, There must be an inheritance for them that be escaped of Benjamin, that a tribe be not destroyed out of Israel.
18 ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν, ὅτι ὠμόσαμεν ἐν υἱοῖς Ισραηλ λέγοντες Ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμιν. Howbeit we may not give them wives of our daughters: for the children of Israel have sworn, saying, Cursed be he that giveth a wife to Benjamin.
19 καὶ εἶπαν Ἰδοὺ δὴ ἑορτὴ κυρίου ἐν Σηλων ἀφ᾽ ἡμερῶν εἰς ἡμέρας, ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθηλ κατ᾽ ἀνατολὰς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπὸ Βαιθηλ εἰς Συχεμ καὶ ἀπὸ νότου τῆς Λεβωνα. Then they said, Behold, there is a feast of the Lord in Shiloh yearly in a place which is on the north side of Beth–el, on the east side of the highway that goeth up from Beth–el to Shechem, and on the south of Lebonah.
20 καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμιν λέγοντες Πορεύεσθε ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν· Therefore they commanded the children of Benjamin, saying, Go and lie in wait in the vineyards;
21 καὶ ὄψεσθε καὶ ἰδοὺ ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλων χορεύειν ἐν τοῖς χοροῖς, καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλων καὶ πορεύεσθε εἰς γῆν Βενιαμιν. And see, and, behold, if the daughters of Shiloh come out to dance in dances, then come ye out of the vineyards, and catch you every man his wife of the daughters of Shiloh, and go to the land of Benjamin.
22 καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς, καὶ ἐροῦμεν αὐτοῖς Ἔλεος ποιήσατε ἡμῖν αὐτάς, ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει, ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς· ὡς καιρὸς πλημμελήσατε. And it shall be, when their fathers or their brethren come unto us to complain, that we will say unto them, Be favourable unto them for our sakes: because we reserved not to each man his wife in the war: for ye did not give unto them at this time, that ye should be guilty.
23 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν, ὧν ἥρπασαν· καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς. And the children of Benjamin did so, and took them wives, according to their number, of them that danced, whom they caught: and they went and returned unto their inheritance, and repaired the cities, and dwelt in them.
24 καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγένειαν αὐτοῦ, καὶ ἐξῆλθον ἐκεῖθεν, ἀνὴρ εἰς κληρονομίαν αὐτοῦ. — And the children of Israel departed thence at that time, every man to his tribe and to his family, and they went out from thence every man to his inheritance.
25 ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ· ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει. In those days there was no king in Israel: every man did that which was right in his own eyes.

Septuagint Alternative Texts (2006) — 대한성서공회 저작권 계약에 따라 게재 — 본문의 저작권은 대한성서공회에 있습니다. · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL