창세기 10장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 창세기 (Genesis) · 32절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νωε Σημ Χαμ Ιαφεθ καὶ ἐγενήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν | Now these are the generations of the sons of Noah, Shem, Ham, and Japheth: and unto them were sons born after the flood. |
| 2 | υἱοὶ Ιαφεθ Γαμερ καὶ Μαγωγ καὶ Μαδαι καὶ Ιωυαν καὶ Ελισα καὶ Θοβελ καὶ Μοσοχ καὶ Θιρας | The sons of Japheth; Gomer, and Magog, and Madai, and Javan, and Tubal, and Meshech, and Tiras. |
| 3 | καὶ υἱοὶ Γαμερ Ασχαναζ καὶ Ριφαθ καὶ Θοργαμα | And the sons of Gomer; Ashkenaz, and Riphath, and Togarmah. |
| 4 | καὶ υἱοὶ Ιωυαν Ελισα καὶ Θαρσις Κίτιοι Ῥόδιοι | And the sons of Javan; Elishah, and Tarshish, Kittim, and Dodanim. |
| 5 | ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν | By these were the isles of the Gentiles divided in their lands; every one after his tongue, after their families, in their nations. |
| 6 | υἱοὶ δὲ Χαμ Χους καὶ Μεσραιμ Φουδ καὶ Χανααν | And the sons of Ham; Cush, and Mizraim, and Phut, and Canaan. |
| 7 | υἱοὶ δὲ Χους Σαβα καὶ Ευιλα καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σαβακαθα υἱοὶ δὲ Ρεγμα Σαβα καὶ Δαδαν | And the sons of Cush; Seba, and Havilah, and Sabtah, and Raamah, and Sabtecha: and the sons of Raamah; Sheba, and Dedan. |
| 8 | Χους δὲ ἐγέννησεν τὸν Νεβρωδ οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς | And Cush begat Nimrod: he began to be a mighty one in the earth. |
| 9 | οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον κυρίου τοῦ θεοῦ διὰ τοῦτο ἐροῦσιν ὡς Νεβρωδ γίγας κυνηγὸς ἐναντίον κυρίου | He was a mighty hunter before the Lord: wherefore it is said, Even as Nimrod the mighty hunter before the Lord. |
| 10 | καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ορεχ καὶ Αρχαδ καὶ Χαλαννη ἐν τῇ γῇ Σεννααρ | And the beginning of his kingdom was Babel, and Erech, and Accad, and Calneh, in the land of Shinar. |
| 11 | ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ασσουρ καὶ ᾠκοδόμησεν τὴν Νινευη καὶ τὴν Ροωβωθ πόλιν καὶ τὴν Χαλαχ | Out of that land went forth Asshur, and builded Nineveh, and the city Rehoboth, and Calah, |
| 12 | καὶ τὴν Δασεμ ἀνὰ μέσον Νινευη καὶ ἀνὰ μέσον Χαλαχ αὕτη ἡ πόλις ἡ μεγάλη | And Resen between Nineveh and Calah: the same is a great city. |
| 13 | καὶ Μεσραιμ ἐγέννησεν τοὺς Λουδιιμ καὶ τοὺς Ενεμετιιμ καὶ τοὺς Λαβιιμ καὶ τοὺς Νεφθαλιιμ | And Mizraim begat Ludim, and Anamim, and Lehabim, and Naphtuhim, |
| 14 | καὶ τοὺς Πατροσωνιιμ καὶ τοὺς Χασλωνιιμ ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιιμ καὶ τοὺς Καφθοριιμ | And Pathrusim, and Casluhim, (out of whom came Philistim,) and Caphtorim. |
| 15 | Χανααν δὲ ἐγέννησεν τὸν Σιδῶνα πρωτότοκον καὶ τὸν Χετταῖον | And Canaan begat Sidon his firstborn, and Heth, |
| 16 | καὶ τὸν Ιεβουσαῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Γεργεσαῖον | And the Jebusite, and the Amorite, and the Girgasite, |
| 17 | καὶ τὸν Ευαῖον καὶ τὸν Αρουκαῖον καὶ τὸν Ασενναῖον | And the Hivite, and the Arkite, and the Sinite, |
| 18 | καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Αμαθι καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων | And the Arvadite, and the Zemarite, and the Hamathite: and afterward were the families of the Canaanites spread abroad. |
| 19 | καὶ ἐγένοντο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρα καὶ Γάζαν ἕως ἐλθεῖν Σοδομων καὶ Γομορρας Αδαμα καὶ Σεβωιμ ἕως Λασα | And the border of the Canaanites was from Sidon, as thou comest to Gerar, unto Gaza; as thou goest, unto Sodom, and Gomorrah, and Admah, and Zeboim, even unto Lasha. |
| 20 | οὗτοι υἱοὶ Χαμ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν | These are the sons of Ham, after their families, after their tongues, in their countries, and in their nations. |
| 21 | καὶ τῷ Σημ ἐγενήθη καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν Εβερ ἀδελφῷ Ιαφεθ τοῦ μείζονος | Unto Shem also, the father of all the children of Eber, the brother of Japheth the elder, even to him were children born. |
| 22 | υἱοὶ Σημ Αιλαμ καὶ Ασσουρ καὶ Αρφαξαδ καὶ Λουδ καὶ Αραμ καὶ Καιναν | The children of Shem; Elam, and Asshur, and Arphaxad, and Lud, and Aram. |
| 23 | καὶ υἱοὶ Αραμ Ως καὶ Ουλ καὶ Γαθερ καὶ Μοσοχ | And the children of Aram; Uz, and Hul, and Gether, and Mash. |
| 24 | καὶ Αρφαξαδ ἐγέννησεν τὸν Καιναν καὶ Καιναν ἐγέννησεν τὸν Σαλα Σαλα δὲ ἐγέννησεν τὸν Εβερ | And Arphaxad begat Salah; and Salah begat Eber. |
| 25 | καὶ τῷ Εβερ ἐγενήθησαν δύο υἱοί ὄνομα τῷ ἑνὶ Φαλεκ ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ιεκταν | And unto Eber were born two sons: the name of one was Peleg; for in his days was the earth divided; and his brother’s name was Joktan. |
| 26 | Ιεκταν δὲ ἐγέννησεν τὸν Ελμωδαδ καὶ τὸν Σαλεφ καὶ Ασαρμωθ καὶ Ιαραχ | And Joktan begat Almodad, and Sheleph, and Hazarmaveth, and Jerah, |
| 27 | καὶ Οδορρα καὶ Αιζηλ καὶ Δεκλα | And Hadoram, and Uzal, and Diklah, |
| 28 | καὶ Αβιμεηλ καὶ Σαβευ | And Obal, and Abimael, and Sheba, |
| 29 | καὶ Ουφιρ καὶ Ευιλα καὶ Ιωβαβ πάντες οὗτοι υἱοὶ Ιεκταν | And Ophir, and Havilah, and Jobab: all these were the sons of Joktan. |
| 30 | καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασση ἕως ἐλθεῖν εἰς Σωφηρα ὄρος ἀνατολῶν | And their dwelling was from Mesha, as thou goest unto Sephar a mount of the east. |
| 31 | οὗτοι υἱοὶ Σημ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν | These are the sons of Shem, after their families, after their tongues, in their lands, after their nations. |
| 32 | αὗται αἱ φυλαὶ υἱῶν Νωε κατὰ γενέσεις αὐτῶν κατὰ τὰ ἔθνη αὐτῶν ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν | These are the families of the sons of Noah, after their generations, in their nations: and by these were the nations divided in the earth after the flood. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL