잠언 7장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 잠언 (Proverbs) · 27절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | υἱέ φύλασσε ἐμοὺς λόγους τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ υἱέ τίμα τὸν κύριον καὶ ἰσχύσεις πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον | My son, keep my words, and lay up my commandments with thee. |
| 2 | φύλαξον ἐμὰς ἐντολάς καὶ βιώσεις τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων | Keep my commandments, and live; and my law as the apple of thine eye. |
| 3 | περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου | Bind them upon thy fingers, write them upon the table of thine heart. |
| 4 | εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ | Say unto wisdom, Thou art my sister; and call understanding thy kinswoman: |
| 5 | ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται | That they may keep thee from the strange woman, from the stranger which flattereth with her words. |
| 6 | ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα | For at the window of my house I looked through my casement, |
| 7 | ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν | And beheld among the simple ones, I discerned among the youths, a young man void of understanding, |
| 8 | παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς | Passing through the street near her corner; and he went the way to her house, |
| 9 | καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ γνοφώδης | In the twilight, in the evening, in the black and dark night: |
| 10 | ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικόν ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας | And, behold, there met him a woman with the attire of an harlot, and subtil of heart. |
| 11 | ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς | (She is loud and stubborn; her feet abide not in her house: |
| 12 | χρόνον γάρ τινα ἔξω ῥέμβεται χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει | Now is she without, now in the streets, and lieth in wait at every corner.) |
| 13 | εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ | So she caught him, and kissed him, and with an impudent face said unto him, |
| 14 | θυσία εἰρηνική μοί ἐστιν σήμερον ἀποδίδωμι τὰς εὐχάς μου | I have peace offerings with me; this day have I payed my vows. |
| 15 | ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε | Therefore came I forth to meet thee, diligently to seek thy face, and I have found thee. |
| 16 | κειρίαις τέτακα τὴν κλίνην μου ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ’ Αἰγύπτου | I have decked my bed with coverings of tapestry, with carved works, with fine linen of Egypt. |
| 17 | διέρραγκα τὴν κοίτην μου κρόκῳ τὸν δὲ οἶκόν μου κινναμώμῳ | I have perfumed my bed with myrrh, aloes, and cinnamon. |
| 18 | ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι | Come, let us take our fill of love until the morning: let us solace ourselves with loves. |
| 19 | οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ πεπόρευται δὲ ὁδὸν μακρὰν | For the goodman is not at home, he is gone a long journey: |
| 20 | ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ δῑ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ | He hath taken a bag of money with him, and will come home at the day appointed. |
| 21 | ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν | With her much fair speech she caused him to yield, with the flattering of her lips she forced him. |
| 22 | ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς | He goeth after her straightway, as an ox goeth to the slaughter, or as a fool to the correction of the stocks; |
| 23 | ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει | Till a dart strike through his liver; as a bird hasteth to the snare, and knoweth not that it is for his life. |
| 24 | νῦν οὖν υἱέ ἄκουέ μου καὶ πρόσεχε ῥήμασιν στόματός μου | Hearken unto me now therefore, O ye children, and attend to the words of my mouth. |
| 25 | μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου | Let not thine heart decline to her ways, go not astray in her paths. |
| 26 | πολλοὺς γὰρ τρώσασα καταβέβληκεν καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν | For she hath cast down many wounded: yea, many strong men have been slain by her. |
| 27 | ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς κατάγουσαι εἰς τὰ ταμίεια τοῦ θανάτου | Her house is the way to hell, going down to the chambers of death. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL