잠언 31장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 잠언 (Proverbs) · 31절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεοῦ βασιλέως χρηματισμός ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ | The words of king Lemuel, the prophecy that his mother taught him. |
| 2 | τί τέκνον τηρήσεις τί ῥήσεις θεοῦ πρωτογενές σοὶ λέγω υἱέ τί τέκνον ἐμῆς κοιλίας τί τέκνον ἐμῶν εὐχῶν | What, my son? and what, the son of my womb? and what, the son of my vows? |
| 3 | μὴ δῷς γυναιξὶ σὸν πλοῦτον καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν | Give not thy strength unto women, nor thy ways to that which destroyeth kings. |
| 4 | μετὰ βουλῆς πάντα ποίει μετὰ βουλῆς οἰνοπότει οἱ δυνάσται θυμώδεις εἰσίν οἶνον δὲ μὴ πινέτωσαν | It is not for kings, O Lemuel, it is not for kings to drink wine; nor for princes strong drink: |
| 5 | ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς | Lest they drink, and forget the law, and pervert the judgment of any of the afflicted. |
| 6 | δίδοτε μέθην τοῖς ἐν λύπαις καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις | Give strong drink unto him that is ready to perish, and wine unto those that be of heavy hearts. |
| 7 | ἵνα ἐπιλάθωνται τῆς πενίας καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι | Let him drink, and forget his poverty, and remember his misery no more. |
| 8 | ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρῖνε πάντας ὑγιῶς | Open thy mouth for the dumb in the cause of all such as are appointed to destruction. |
| 9 | ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως διάκρινε δὲ πένητα καὶ ἀσθενῆ | Open thy mouth, judge righteously, and plead the cause of the poor and needy. |
| 10 | γυναῖκα ἀνδρείαν τίς εὑρήσει τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη | Who can find a virtuous woman? for her price is far above rubies. |
| 11 | θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει | The heart of her husband doth safely trust in her, so that he shall have no need of spoil. |
| 12 | ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον | She will do him good and not evil all the days of her life. |
| 13 | μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς | She seeketh wool, and flax, and worketh willingly with her hands. |
| 14 | ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν συνάγει δὲ αὕτη τὸν βίον | She is like the merchants’ ships; she bringeth her food from afar. |
| 15 | καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις | She riseth also while it is yet night, and giveth meat to her household, and a portion to her maidens. |
| 16 | θεωρήσασα γεώργιον ἐπρίατο ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα | She considereth a field, and buyeth it: with the fruit of her hands she planteth a vineyard. |
| 17 | ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισεν τοὺς βραχίονας αὐτῆς εἰς ἔργον | She girdeth her loins with strength, and strengtheneth her arms. |
| 18 | ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς | She perceiveth that her merchandise is good: her candle goeth not out by night. |
| 19 | τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον | She layeth her hands to the spindle, and her hands hold the distaff. |
| 20 | χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι καρπὸν δὲ ἐξέτεινεν πτωχῷ | She stretcheth out her hand to the poor; yea, she reacheth forth her hands to the needy. |
| 21 | οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που χρονίζῃ πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδιδύσκονται | She is not afraid of the snow for her household: for all her household are clothed with scarlet. |
| 22 | δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα | She maketh herself coverings of tapestry; her clothing is silk and purple. |
| 23 | περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς | Her husband is known in the gates, when he sitteth among the elders of the land. |
| 24 | σινδόνας ἐποίησεν καὶ ἀπέδοτο περιζώματα δὲ τοῖς Χαναναίοις | She maketh fine linen, and selleth it; and delivereth girdles unto the merchant. |
| 25 | στόμα αὐτῆς διήνοιξεν προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς | Strength and honour are her clothing; and she shall rejoice in time to come. |
| 26 | ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις | She openeth her mouth with wisdom; and in her tongue is the law of kindness. |
| 27 | στεγναὶ διατριβαὶ οἴκων αὐτῆς σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν | She looketh well to the ways of her household, and eateth not the bread of idleness. |
| 28 | τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησεν τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν | Her children arise up, and call her blessed; her husband also, and he praiseth her. |
| 29 | πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον πολλαὶ ἐποίησαν δυνατά σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας | Many daughters have done virtuously, but thou excellest them all. |
| 30 | ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός γυνὴ γὰρ συνετὴ εὐλογεῖται φόβον δὲ κυρίου αὕτη αἰνείτω | Favour is deceitful, and beauty is vain: but a woman that feareth the Lord, she shall be praised. |
| 31 | δότε αὐτῇ ἀπὸ καρπῶν χειρῶν αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς | Give her of the fruit of her hands; and let her own works praise her in the gates. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL