잠언 29장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 잠언 (Proverbs) · 27절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις | He, that being often reproved hardeneth his neck, shall suddenly be destroyed, and that without remedy. |
| 2 | ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες | When the righteous are in authority, the people rejoice: but when the wicked beareth rule, the people mourn. |
| 3 | ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ ὃς δὲ ποιμαίνει πόρνας ἀπολεῖ πλοῦτον | Whoso loveth wisdom rejoiceth his father: but he that keepeth company with harlots spendeth his substance. |
| 4 | βασιλεὺς δίκαιος ἀνίστησιν χώραν ἀνὴρ δὲ παράνομος κατασκάπτει | The king by judgment establisheth the land: but he that receiveth gifts overthroweth it. |
| 5 | ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν | A man that flattereth his neighbour spreadeth a net for his feet. |
| 6 | ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται | In the transgression of an evil man there is a snare: but the righteous doth sing and rejoice. |
| 7 | ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς ὁ δὲ ἀσεβὴς οὐ συνήσει γνῶσιν καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων | The righteous considereth the cause of the poor: but the wicked regardeth not to know it. |
| 8 | ἄνδρες λοιμοὶ ἐξέκαυσαν πόλιν σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν | Scornful men bring a city into a snare: but wise men turn away wrath. |
| 9 | ἀνὴρ σοφὸς κρίνει ἔθνη ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει | If a wise man contendeth with a foolish man, whether he rage or laugh, there is no rest. |
| 10 | ἄνδρες αἱμάτων μέτοχοι μισήσουσιν ὅσιον οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ | The bloodthirsty hate the upright: but the just seek his soul. |
| 11 | ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων σοφὸς δὲ ταμιεύεται κατὰ μέρος | A fool uttereth all his mind: but a wise man keepeth it in till afterwards. |
| 12 | βασιλέως ὑπακούοντος λόγον ἄδικον πάντες οἱ ὑπ’ αὐτὸν παράνομοι | If a ruler hearken to lies, all his servants are wicked. |
| 13 | δανιστοῦ καὶ χρεοφειλέτου ἀλλήλοις συνελθόντων ἐπισκοπὴν ποιεῖται ἀμφοτέρων ὁ κύριος | The poor and the deceitful man meet together: the Lord lighteneth both their eyes. |
| 14 | βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχοὺς ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται | The king that faithfully judgeth the poor, his throne shall be established for ever. |
| 15 | πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ | The rod and reproof give wisdom: but a child left to himself bringeth his mother to shame. |
| 16 | πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται | When the wicked are multiplied, transgression increaseth: but the righteous shall see their fall. |
| 17 | παίδευε υἱόν σου καὶ ἀναπαύσει σε καὶ δώσει κόσμον τῇ ψυχῇ σου | Correct thy son, and he shall give thee rest; yea, he shall give delight unto thy soul. |
| 18 | οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός | Where there is no vision, the people perish: but he that keepeth the law, happy is he. |
| 19 | λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός ἐὰν γὰρ καὶ νοήσῃ ἀλλ’ οὐχ ὑπακούσεται | A servant will not be corrected by words: for though he understand he will not answer. |
| 20 | ἐὰν ἴδῃς ἄνδρα ταχὺν ἐν λόγοις γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ἄφρων αὐτοῦ | Seest thou a man that is hasty in his words? there is more hope of a fool than of him. |
| 21 | ὃς κατασπαταλᾷ ἐκ παιδός οἰκέτης ἔσται ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ’ ἑαυτῷ | He that delicately bringeth up his servant from a child shall have him become his son at the length. |
| 22 | ἀνὴρ θυμώδης ὀρύσσει νεῖκος ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας | An angry man stirreth up strife, and a furious man aboundeth in transgression. |
| 23 | ὕβρις ἄνδρα ταπεινοῖ τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ κύριος | A man’s pride shall bring him low: but honour shall uphold the humble in spirit. |
| 24 | ὃς μερίζεται κλέπτῃ μισεῖ τὴν ἑαυτοῦ ψυχήν ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν | Whoso is partner with a thief hateth his own soul: he heareth cursing, and bewrayeth it not. |
| 25 | φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν ὁ δὲ πεποιθὼς ἐπὶ κύριον εὐφρανθήσεται ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ σωθήσεται | The fear of man bringeth a snare: but whoso putteth his trust in the Lord shall be safe. |
| 26 | πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων παρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί | Many seek the ruler’s favour; but every man’s judgment cometh from the Lord. |
| 27 | βδέλυγμα δικαίοις ἀνὴρ ἄδικος βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός | An unjust man is an abomination to the just: and he that is upright in the way is abomination to the wicked. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL