이사야 15장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 이사야 (Isaiah) · 9절
- 1 τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβίτιδος νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος
- 2 λυπεῖσθε ἐφ’ ἑαυτοῖς ἀπολεῖται γὰρ καὶ Δηβων οὗ ὁ βωμὸς ὑμῶν ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ Ναβαυ τῆς Μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα πάντες βραχίονες κατατετμημένοι
- 3 ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ
- 4 ὅτι κέκραγεν Εσεβων καὶ Ελεαλη ἕως Ιασσα ἠκούσθη ἡ φωνὴ αὐτῶν διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ ἡ ψυχὴ αὐτῆς γνώσεται
- 5 ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως Σηγωρ δάμαλις γάρ ἐστιν τριετής ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς Λουιθ πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Αρωνιιμ βοᾷ σύντριμμα καὶ σεισμός
- 6 τὸ ὕδωρ τῆς Νεμριμ ἔρημον ἔσται καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει χόρτος γὰρ χλωρὸς οὐκ ἔσται
- 7 μὴ καὶ οὕτως μέλλει σωθῆναι ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας καὶ λήμψονται αὐτήν
- 8 συνῆψεν γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Αγαλλιμ καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αιλιμ
- 9 τὸ δὲ ὕδωρ τὸ Ρεμμων πλησθήσεται αἵματος ἐπάξω γὰρ ἐπὶ Ρεμμων Ἄραβας καὶ ἀρῶ τὸ σπέρμα Μωαβ καὶ Αριηλ καὶ τὸ κατάλοιπον Αδαμα
- 📚 OT LXX Accented 책 목록
- 개역개정판 (1998)로
- 개역한글판 (1961)로
- 표준새번역 (1993)로
- King James Version로
- KJV 와 나란히
- 🌐 다른 언어·판
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗