욥기 6장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 욥기 (Job) · 30절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | ὑπολαβὼν δὲ Ιωβ λέγει | But Job answered and said, |
| 2 | εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν | Oh that my grief were throughly weighed, and my calamity laid in the balances together! |
| 3 | καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται ἀλλ’ ὡς ἔοικεν τὰ ῥήματά μού ἐστιν φαῦλα | For now it would be heavier than the sand of the sea: therefore my words are swallowed up. |
| 4 | βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα ὅταν ἄρξωμαι λαλεῖν κεντοῦσί με | For the arrows of the Almighty are within me, the poison whereof drinketh up my spirit: the terrors of God do set themselves in array against me. |
| 5 | τί γάρ μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος ἀλλ’ ἢ τὰ σῖτα ζητῶν εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα | Doth the wild ass bray when he hath grass? or loweth the ox over his fodder? |
| 6 | εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς | Can that which is unsavoury be eaten without salt? or is there any taste in the white of an egg? |
| 7 | οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος | The things that my soul refused to touch are as my sorrowful meat. |
| 8 | εἰ γὰρ δῴη καὶ ἔλθοι μου ἡ αἴτησις καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος | Oh that I might have my request; and that God would grant me the thing that I long for! |
| 9 | ἀρξάμενος ὁ κύριος τρωσάτω με εἰς τέλος δὲ μή με ἀνελέτω | Even that it would please God to destroy me; that he would let loose his hand, and cut me off! |
| 10 | εἴη δέ μου πόλις τάφος ἐφ’ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ’ αὐτῆς οὐ μὴ φείσωμαι οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου | Then should I yet have comfort; yea, I would harden myself in sorrow: let him not spare; for I have not concealed the words of the Holy One. |
| 11 | τίς γάρ μου ἡ ἰσχύς ὅτι ὑπομένω ἢ τίς μου ὁ χρόνος ὅτι ἀνέχεταί μου ἡ ψυχή | What is my strength, that I should hope? and what is mine end, that I should prolong my life? |
| 12 | μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου ἢ αἱ σάρκες μού εἰσιν χάλκειαι | Is my strength the strength of stones? or is my flesh of brass? |
| 13 | ἦ οὐκ ἐπ’ αὐτῷ ἐπεποίθειν βοήθεια δὲ ἀπ’ ἐμοῦ ἄπεστιν | Is not my help in me? and is wisdom driven quite from me? |
| 14 | ἀπείπατό με ἔλεος ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με | To him that is afflicted pity should be shewed from his friend; but he forsaketh the fear of the Almighty. |
| 15 | οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με | My brethren have dealt deceitfully as a brook, and as the stream of brooks they pass away; |
| 16 | οἵτινές με διευλαβοῦντο νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς | Which are blackish by reason of the ice, and wherein the snow is hid: |
| 17 | καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν | What time they wax warm, they vanish: when it is hot, they are consumed out of their place. |
| 18 | οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην | The paths of their way are turned aside; they go to nothing, and perish. |
| 19 | ἴδετε ὁδοὺς Θαιμανων ἀτραποὺς Σαβων οἱ διορῶντες | The troops of Tema looked, the companies of Sheba waited for them. |
| 20 | καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες | They were confounded because they had hoped; they came thither, and were ashamed. |
| 21 | ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε | For now ye are nothing; ye see my casting down, and are afraid. |
| 22 | τί γάρ μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ’ ὑμῶν ἰσχύος ἐπιδέομαι | Did I say, Bring unto me? or, Give a reward for me of your substance? |
| 23 | ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με | Or, Deliver me from the enemy’s hand? or, Redeem me from the hand of the mighty? |
| 24 | διδάξατέ με ἐγὼ δὲ κωφεύσω εἴ τι πεπλάνημαι φράσατέ μοι | Teach me, and I will hold my tongue: and cause me to understand wherein I have erred. |
| 25 | ἀλλ’ ὡς ἔοικεν φαῦλα ἀληθινοῦ ῥήματα οὐ γὰρ παρ’ ὑμῶν ἰσχὺν αἰτοῦμαι | How forcible are right words! but what doth your arguing reprove? |
| 26 | οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι | Do ye imagine to reprove words, and the speeches of one that is desperate, which are as wind? |
| 27 | πλὴν ὅτι ἐπ’ ὀρφανῷ ἐπιπίπτετε ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν | Yea, ye overwhelm the fatherless, and ye dig a pit for your friend. |
| 28 | νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι | Now therefore be content, look upon me; for it is evident unto you if I lie. |
| 29 | καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε | Return, I pray you, let it not be iniquity; yea, return again, my righteousness is in it. |
| 30 | οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ | Is there iniquity in my tongue? cannot my taste discern perverse things? |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL