욥기 4장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 욥기 (Job) · 21절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει | Then Eliphaz the Temanite answered and said, |
| 2 | μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει | If we assay to commune with thee, wilt thou be grieved? but who can withhold himself from speaking? |
| 3 | εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας | Behold, thou hast instructed many, and thou hast strengthened the weak hands. |
| 4 | ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν γόνασίν τε ἀδυνατοῦσιν θάρσος περιέθηκας | Thy words have upholden him that was falling, and thou hast strengthened the feeble knees. |
| 5 | νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου σὺ δὲ ἐσπούδασας | But now it is come upon thee, and thou faintest; it toucheth thee, and thou art troubled. |
| 6 | πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ ἀκακία τῆς ὁδοῦ σου | Is not this thy fear, thy confidence, thy hope, and the uprightness of thy ways? |
| 7 | μνήσθητι οὖν τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο | Remember, I pray thee, who ever perished, being innocent? or where were the righteous cut off? |
| 8 | καθ’ ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς | Even as I have seen, they that plow iniquity, and sow wickedness, reap the same. |
| 9 | ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται | By the blast of God they perish, and by the breath of his nostrils are they consumed. |
| 10 | σθένος λέοντος φωνὴ δὲ λεαίνης γαυρίαμα δὲ δρακόντων ἐσβέσθη | The roaring of the lion, and the voice of the fierce lion, and the teeth of the young lions, are broken. |
| 11 | μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους | The old lion perisheth for lack of prey, and the stout lion’s whelps are scattered abroad. |
| 12 | εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησεν πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ’ αὐτοῦ | Now a thing was secretly brought to me, and mine ear received a little thereof. |
| 13 | φόβοι δὲ καὶ ἠχὼ νυκτερινή ἐπιπίπτων φόβος ἐπ’ ἀνθρώπους | In thoughts from the visions of the night, when deep sleep falleth on men, |
| 14 | φρίκη δέ μοι συνήντησεν καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν | Fear came upon me, and trembling, which made all my bones to shake. |
| 15 | καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν ἔφριξαν δέ μου τρίχες καὶ σάρκες | Then a spirit passed before my face; the hair of my flesh stood up: |
| 16 | ἀνέστην καὶ οὐκ ἐπέγνων εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου ἀλλ’ ἢ αὔραν καὶ φωνὴν ἤκουον | It stood still, but I could not discern the form thereof: an image was before mine eyes, there was silence, and I heard a voice, saying, |
| 17 | τί γάρ μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον κυρίου ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ | Shall mortal man be more just than God? shall a man be more pure than his maker? |
| 18 | εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν | Behold, he put no trust in his servants; and his angels he charged with folly: |
| 19 | τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν ἔπαισεν αὐτοὺς σητὸς τρόπον | How much less in them that dwell in houses of clay, whose foundation is in the dust, which are crushed before the moth? |
| 20 | καὶ ἀπὸ πρωίθεν ἕως ἑσπέρας οὐκέτι εἰσίν παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο | They are destroyed from morning to evening: they perish for ever without any regarding it. |
| 21 | ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν | Doth not their excellency which is in them go away? they die, even without wisdom. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL