욥기 40장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 욥기 (Job) · 32절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | καὶ ἀπεκρίθη κύριος ὁ θεὸς τῷ Ιωβ καὶ εἶπεν | Moreover the Lord answered Job, and said, |
| 2 | μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν | Shall he that contendeth with the Almighty instruct him? he that reproveth God, let him answer it. |
| 3 | ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ | Then Job answered the Lord, and said, |
| 4 | τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαῦτα οὐθὲν ὤν ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα χεῖρα θήσω ἐπὶ στόματί μου | Behold, I am vile; what shall I answer thee? I will lay mine hand upon my mouth. |
| 5 | ἅπαξ λελάληκα ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω | Once have I spoken; but I will not answer: yea, twice; but I will proceed no further. |
| 6 | ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ιωβ ἐκ τοῦ νέφους | Then answered the Lord unto Job out of the whirlwind, and said, |
| 7 | μή ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου ἐρωτήσω δέ σε σὺ δέ μοι ἀποκρίθητι | Gird up thy loins now like a man: I will demand of thee, and declare thou unto me. |
| 8 | μὴ ἀποποιοῦ μου τὸ κρίμα οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος | Wilt thou also disannul my judgment? wilt thou condemn me, that thou mayest be righteous? |
| 9 | ἦ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου ἢ φωνῇ κατ’ αὐτὸν βροντᾷς | Hast thou an arm like God? or canst thou thunder with a voice like him? |
| 10 | ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι | Deck thyself now with majesty and excellency; and array thyself with glory and beauty. |
| 11 | ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ πᾶν δὲ ὑβριστὴν ταπείνωσον | Cast abroad the rage of thy wrath: and behold every one that is proud, and abase him. |
| 12 | ὑπερήφανον δὲ σβέσον σῆψον δὲ ἀσεβεῖς παραχρῆμα | Look on every one that is proud, and bring him low; and tread down the wicked in their place. |
| 13 | κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον | Hide them in the dust together; and bind their faces in secret. |
| 14 | ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου σῶσαι | Then will I also confess unto thee that thine own right hand can save thee. |
| 15 | ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί χόρτον ἴσα βουσὶν ἐσθίει | Behold now behemoth, which I made with thee; he eateth grass as an ox. |
| 16 | ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ’ ὀσφύι ἡ δὲ δύναμις ἐπ’ ὀμφαλοῦ γαστρός | Lo now, his strength is in his loins, and his force is in the navel of his belly. |
| 17 | ἔστησεν οὐρὰν ὡς κυπάρισσον τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται | He moveth his tail like a cedar: the sinews of his stones are wrapped together. |
| 18 | αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός | His bones are as strong pieces of brass; his bones are like bars of iron. |
| 19 | τοῦτ’ ἔστιν ἀρχὴ πλάσματος κυρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ | He is the chief of the ways of God: he that made him can make his sword to approach unto him. |
| 20 | ἐπελθὼν δὲ ἐπ’ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ | Surely the mountains bring him forth food, where all the beasts of the field play. |
| 21 | ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον | He lieth under the shady trees, in the covert of the reed, and fens. |
| 22 | σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις καὶ κλῶνες ἄγνου | The shady trees cover him with their shadow; the willows of the brook compass him about. |
| 23 | ἐὰν γένηται πλήμμυρα οὐ μὴ αἰσθηθῇ πέποιθεν ὅτι προσκρούσει ὁ Ιορδάνης εἰς τὸ στόμα αὐτοῦ | Behold, he drinketh up a river, and hasteth not: he trusteth that he can draw up Jordan into his mouth. |
| 24 | ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν ἐνσκολιευόμενος τρήσει ῥῖνα | He taketh it with his eyes: his nose pierceth through snares. |
| 25 | ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ περιθήσεις δὲ φορβεὰν περὶ ῥῖνα αὐτοῦ | — |
| 26 | εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ | — |
| 27 | λαλήσει δέ σοι δεήσει ἱκετηρίᾳ μαλακῶς | — |
| 28 | θήσεται δὲ διαθήκην μετὰ σοῦ λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον | — |
| 29 | παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ | — |
| 30 | ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη μεριτεύονται δὲ αὐτὸν φοινίκων γένη | — |
| 31 | πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν οὐρᾶς αὐτοῦ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ | — |
| 32 | ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ καὶ μηκέτι γινέσθω | — |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL