욥기 33장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 욥기 (Job) · 33절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | οὐ μὴν δὲ ἀλλὰ ἄκουσον Ιωβ τὰ ῥήματά μου καὶ λαλιὰν ἐνωτίζου μου | Wherefore, Job, I pray thee, hear my speeches, and hearken to all my words. |
| 2 | ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησεν ἡ γλῶσσά μου | Behold, now I have opened my mouth, my tongue hath spoken in my mouth. |
| 3 | καθαρά μου ἡ καρδία ῥήμασιν σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει | My words shall be of the uprightness of my heart: and my lips shall utter knowledge clearly. |
| 4 | πνεῦμα θεῖον τὸ ποιῆσάν με πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με | The Spirit of God hath made me, and the breath of the Almighty hath given me life. |
| 5 | ἐὰν δύνῃ δός μοι ἀπόκρισιν πρὸς ταῦτα ὑπόμεινον στῆθι κατ’ ἐμὲ καὶ ἐγὼ κατὰ σέ | If thou canst answer me, set thy words in order before me, stand up. |
| 6 | ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα | Behold, I am according to thy wish in God’s stead: I also am formed out of the clay. |
| 7 | οὐχ ὁ φόβος μού σε στροβήσει οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί | Behold, my terror shall not make thee afraid, neither shall my hand be heavy upon thee. |
| 8 | πλὴν εἶπας ἐν ὠσίν μου φωνὴν ῥημάτων σου ἀκήκοα | Surely thou hast spoken in mine hearing, and I have heard the voice of thy words, saying, |
| 9 | διότι λέγεις καθαρός εἰμι οὐχ ἁμαρτών ἄμεμπτος δέ εἰμι οὐ γὰρ ἠνόμησα | I am clean without transgression, I am innocent; neither is there iniquity in me. |
| 10 | μέμψιν δὲ κατ’ ἐμοῦ εὗρεν ἥγηται δέ με ὥσπερ ὑπεναντίον | Behold, he findeth occasions against me, he counteth me for his enemy, |
| 11 | ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου ἐφύλαξεν δέ μου πάσας τὰς ὁδούς | He putteth my feet in the stocks, he marketh all my paths. |
| 12 | πῶς γὰρ λέγεις δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέν μου αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν | Behold, in this thou art not just: I will answer thee, that God is greater than man. |
| 13 | λέγεις δέ διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοεν πᾶν ῥῆμα | Why dost thou strive against him? for he giveth not account of any of his matters. |
| 14 | ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον | For God speaketh once, yea twice, yet man perceiveth it not. |
| 15 | ἢ ἐν μελέτῃ νυκτερινῇ ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπ’ ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης | In a dream, in a vision of the night, when deep sleep falleth upon men, in slumberings upon the bed; |
| 16 | τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων ἐν εἴδεσιν φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν | Then he openeth the ears of men, and sealeth their instruction, |
| 17 | ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο | That he may withdraw man from his purpose, and hide pride from man. |
| 18 | ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ | He keepeth back his soul from the pit, and his life from perishing by the sword. |
| 19 | πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησεν | He is chastened also with pain upon his bed, and the multitude of his bones with strong pain: |
| 20 | πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει | So that his life abhorreth bread, and his soul dainty meat. |
| 21 | ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά | His flesh is consumed away, that it cannot be seen; and his bones that were not seen stick out. |
| 22 | ἤγγισεν δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ ἡ δὲ ζωὴ αὐτοῦ ἐν ᾅδῃ | Yea, his soul draweth near unto the grave, and his life to the destroyers. |
| 23 | ἐὰν ὦσιν χίλιοι ἄγγελοι θανατηφόροι εἷς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι ἐπὶ κύριον ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ | If there be a messenger with him, an interpreter, one among a thousand, to shew unto man his uprightness: |
| 24 | ἀνθέξεται τοῦ μὴ πεσεῖν αὐτὸν εἰς θάνατον ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ | Then he is gracious unto him, and saith, Deliver him from going down to the pit: I have found a ransom. |
| 25 | ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις | His flesh shall be fresher than a child’s: he shall return to the days of his youth: |
| 26 | εὐξάμενος δὲ πρὸς κύριον καὶ δεκτὰ αὐτῷ ἔσται εἰσελεύσεται δὲ προσώπῳ καθαρῷ σὺν ἐξηγορίᾳ ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην | He shall pray unto God, and he will be favourable unto him: and he shall see his face with joy: for he will render unto man his righteousness. |
| 27 | εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγων οἷα συνετέλουν καὶ οὐκ ἄξια ἤτασέν με ὧν ἥμαρτον | He looketh upon men, and if any say, I have sinned, and perverted that which was right, and it profited me not; |
| 28 | σῶσον ψυχήν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν καὶ ἡ ζωή μου φῶς ὄψεται | He will deliver his soul from going into the pit, and his life shall see the light. |
| 29 | ἰδοὺ πάντα ταῦτα ἐργᾶται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός | Lo, all these things worketh God oftentimes with man, |
| 30 | ἀλλ’ ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν | To bring back his soul from the pit, to be enlightened with the light of the living. |
| 31 | ἐνωτίζου Ιωβ καὶ ἄκουέ μου κώφευσον καὶ ἐγώ εἰμι λαλήσω | Mark well, O Job, hearken unto me: hold thy peace, and I will speak. |
| 32 | εἰ εἰσὶν λόγοι ἀποκρίθητί μοι λάλησον θέλω γὰρ δικαιωθῆναί σε | If thou hast any thing to say, answer me: speak, for I desire to justify thee. |
| 33 | εἰ μή σὺ ἄκουσόν μου κώφευσον καὶ διδάξω σε σοφίαν | If not, hearken unto me: hold thy peace, and I shall teach thee wisdom. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL