욥기 19장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 욥기 (Job) · 29절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | ὑπολαβὼν δὲ Ιωβ λέγει | Then Job answered and said, |
| 2 | ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρεῖτε με λόγοις | How long will ye vex my soul, and break me in pieces with words? |
| 3 | γνῶτε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως καταλαλεῖτέ μου οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι | These ten times have ye reproached me: ye are not ashamed that ye make yourselves strange to me. |
| 4 | ναὶ δὴ ἐπ’ ἀληθείας ἐγὼ ἐπλανήθην παρ’ ἐμοὶ δὲ αὐλίζεται πλάνος λαλῆσαι ῥῆμα ὃ οὐκ ἔδει τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ | And be it indeed that I have erred, mine error remaineth with myself. |
| 5 | ἔα δὲ ὅτι ἐπ’ ἐμοὶ μεγαλύνεσθε ἐνάλλεσθε δέ μοι ὀνείδει | If indeed ye will magnify yourselves against me, and plead against me my reproach: |
| 6 | γνῶτε οὖν ὅτι ὁ κύριός ἐστιν ὁ ταράξας ὀχύρωμα δὲ αὐτοῦ ἐπ’ ἐμὲ ὕψωσεν | Know now that God hath overthrown me, and hath compassed me with his net. |
| 7 | ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω κεκράξομαι καὶ οὐδαμοῦ κρίμα | Behold, I cry out of wrong, but I am not heard: I cry aloud, but there is no judgment. |
| 8 | κύκλῳ περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ ἐπὶ πρόσωπόν μου σκότος ἔθετο | He hath fenced up my way that I cannot pass, and he hath set darkness in my paths. |
| 9 | τὴν δὲ δόξαν ἀπ’ ἐμοῦ ἐξέδυσεν ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου | He hath stripped me of my glory, and taken the crown from my head. |
| 10 | διέσπασέν με κύκλῳ καὶ ᾠχόμην ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου | He hath destroyed me on every side, and I am gone: and mine hope hath he removed like a tree. |
| 11 | δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο ἡγήσατο δέ με ὥσπερ ἐχθρόν | He hath also kindled his wrath against me, and he counteth me unto him as one of his enemies. |
| 12 | ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπ’ ἐμοὶ ταῖς ὁδοῖς μου ἐκύκλωσάν με ἐγκάθετοι | His troops come together, and raise up their way against me, and encamp round about my tabernacle. |
| 13 | ἀπ’ ἐμοῦ δὲ ἀδελφοί μου ἀπέστησαν ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν | He hath put my brethren far from me, and mine acquaintance are verily estranged from me. |
| 14 | οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου | My kinsfolk have failed, and my familiar friends have forgotten me. |
| 15 | γείτονες οἰκίας θεράπαιναί τέ μου ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν | They that dwell in mine house, and my maids, count me for a stranger: I am an alien in their sight. |
| 16 | θεράποντά μου ἐκάλεσα καὶ οὐχ ὑπήκουσεν στόμα δέ μου ἐδέετο | I called my servant, and he gave me no answer; I intreated him with my mouth. |
| 17 | καὶ ἱκέτευον τὴν γυναῖκά μου προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου | My breath is strange to my wife, though I intreated for the children’s sake of mine own body. |
| 18 | οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο ὅταν ἀναστῶ κατ’ ἐμοῦ λαλοῦσιν | Yea, young children despised me; I arose, and they spake against me. |
| 19 | ἐβδελύξαντο δέ με οἱ εἰδότες με οὓς δὴ ἠγαπήκειν ἐπανέστησάν μοι | All my inward friends abhorred me: and they whom I loved are turned against me. |
| 20 | ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται | My bone cleaveth to my skin and to my flesh, and I am escaped with the skin of my teeth. |
| 21 | ἐλεήσατέ με ἐλεήσατέ με ὦ φίλοι χεὶρ γὰρ κυρίου ἡ ἁψαμένη μού ἐστιν | Have pity upon me, have pity upon me, O ye my friends; for the hand of God hath touched me. |
| 22 | διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε | Why do ye persecute me as God, and are not satisfied with my flesh? |
| 23 | τίς γὰρ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα | Oh that my words were now written! oh that they were printed in a book! |
| 24 | ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ ἢ ἐν πέτραις ἐγγλυφῆναι | That they were graven with an iron pen and lead in the rock for ever! |
| 25 | οἶδα γὰρ ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς | For I know that my redeemer liveth, and that he shall stand at the latter day upon the earth: |
| 26 | ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλῶν ταῦτα παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη | And though after my skin worms destroy this body, yet in my flesh shall I see God: |
| 27 | ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ | Whom I shall see for myself, and mine eyes shall behold, and not another; though my reins be consumed within me. |
| 28 | εἰ δὲ καὶ ἐρεῖτε τί ἐροῦμεν ἔναντι αὐτοῦ καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ | But ye should say, Why persecute we him, seeing the root of the matter is found in me? |
| 29 | εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος θυμὸς γὰρ ἐπ’ ἀνόμους ἐπελεύσεται καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ἡ ὕλη | Be ye afraid of the sword: for wrath bringeth the punishments of the sword, that ye may know there is a judgment. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL