욥기 13장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 욥기 (Job) · 28절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | ἰδοὺ ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὖς | Lo, mine eye hath seen all this, mine ear hath heard and understood it. |
| 2 | καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν | What ye know, the same do I know also: I am not inferior unto you. |
| 3 | οὐ μὴν δὲ ἀλλ’ ἐγὼ πρὸς κύριον λαλήσω ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται | Surely I would speak to the Almighty, and I desire to reason with God. |
| 4 | ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες | But ye are forgers of lies, ye are all physicians of no value. |
| 5 | εἴη δὲ ὑμῖν κωφεῦσαι καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν | O that ye would altogether hold your peace! and it should be your wisdom. |
| 6 | ἀκούσατε ἔλεγχον στόματός μου κρίσιν δὲ χειλέων μου προσέχετε | Hear now my reasoning, and hearken to the pleadings of my lips. |
| 7 | πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον | Will ye speak wickedly for God? and talk deceitfully for him? |
| 8 | ἦ ὑποστελεῖσθε ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε | Will ye accept his person? will ye contend for God? |
| 9 | καλόν γε ἐὰν ἐξιχνιάσῃ ὑμᾶς εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ | Is it good that he should search you out? or as one man mocketh another, do ye so mock him? |
| 10 | οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε | He will surely reprove you, if ye do secretly accept persons. |
| 11 | πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς φόβος δὲ παρ’ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν | Shall not his excellency make you afraid? and his dread fall upon you? |
| 12 | ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ τὸ δὲ σῶμα πήλινον | Your remembrances are like unto ashes, your bodies to bodies of clay. |
| 13 | κωφεύσατε ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ | Hold your peace, let me alone, that I may speak, and let come on me what will. |
| 14 | ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν ψυχὴν δέ μου θήσω ἐν χειρί | Wherefore do I take my flesh in my teeth, and put my life in mine hand? |
| 15 | ἐάν με χειρώσηται ὁ δυνάστης ἐπεὶ καὶ ἦρκται ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ | Though he slay me, yet will I trust in him: but I will maintain mine own ways before him. |
| 16 | καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται | He also shall be my salvation: for an hypocrite shall not come before him. |
| 17 | ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων | Hear diligently my speech, and my declaration with your ears. |
| 18 | ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι | Behold now, I have ordered my cause; I know that I shall be justified. |
| 19 | τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω | Who is he that will plead with me? for now, if I hold my tongue, I shall give up the ghost. |
| 20 | δυεῖν δέ μοι χρήσῃ τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι | Only do not two things unto me: then will I not hide myself from thee. |
| 21 | τὴν χεῖρα ἀπ’ ἐμοῦ ἀπέχου καὶ ὁ φόβος σου μή με καταπλησσέτω | Withdraw thine hand far from me: and let not thy dread make me afraid. |
| 22 | εἶτα καλέσεις ἐγὼ δέ σοι ὑπακούσομαι ἢ λαλήσεις ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν | Then call thou, and I will answer: or let me speak, and answer thou me. |
| 23 | πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου δίδαξόν με τίνες εἰσίν | How many are mine iniquities and sins? make me to know my transgression and my sin. |
| 24 | διὰ τί ἀπ’ ἐμοῦ κρύπτῃ ἥγησαι δέ με ὑπεναντίον σοι | Wherefore hidest thou thy face, and holdest me for thine enemy? |
| 25 | ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι | Wilt thou break a leaf driven to and fro? and wilt thou pursue the dry stubble? |
| 26 | ὅτι κατέγραψας κατ’ ἐμοῦ κακά περιέθηκας δέ μοι νεότητος ἁμαρτίας | For thou writest bitter things against me, and makest me to possess the iniquities of my youth. |
| 27 | ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι ἐφύλαξας δέ μου πάντα τὰ ἔργα εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου | Thou puttest my feet also in the stocks, and lookest narrowly unto all my paths; thou settest a print upon the heels of my feet. |
| 28 | ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον | And he, as a rotten thing, consumeth, as a garment that is moth eaten. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL