욥기 11장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 욥기 (Job) · 20절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναῖος λέγει | Then answered Zophar the Naamathite, and said, |
| 2 | ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται ἢ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος | Should not the multitude of words be answered? and should a man full of talk be justified? |
| 3 | μὴ πολὺς ἐν ῥήμασιν γίνου οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι | Should thy lies make men hold their peace? and when thou mockest, shall no man make thee ashamed? |
| 4 | μὴ γὰρ λέγε ὅτι καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ | For thou hast said, My doctrine is pure, and I am clean in thine eyes. |
| 5 | ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ | But oh that God would speak, and open his lips against thee; |
| 6 | εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ κυρίου ὧν ἡμάρτηκας | And that he would shew thee the secrets of wisdom, that they are double to that which is! Know therefore that God exacteth of thee less than thine iniquity deserveth. |
| 7 | ἦ ἴχνος κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ παντοκράτωρ | Canst thou by searching find out God? canst thou find out the Almighty unto perfection? |
| 8 | ὑψηλὸς ὁ οὐρανός καὶ τί ποιήσεις βαθύτερα δὲ τῶν ἐν ᾅδου τί οἶδας | It is as high as heaven; what canst thou do? deeper than hell; what canst thou know? |
| 9 | ἢ μακρότερα μέτρου γῆς ἢ εὔρους θαλάσσης | The measure thereof is longer than the earth, and broader than the sea. |
| 10 | ἐὰν δὲ καταστρέψῃ τὰ πάντα τίς ἐρεῖ αὐτῷ τί ἐποίησας | If he cut off, and shut up, or gather together, then who can hinder him? |
| 11 | αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται | For he knoweth vain men: he seeth wickedness also; will he not then consider it? |
| 12 | ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ | For vain man would be wise, though man be born like a wild ass’s colt. |
| 13 | εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτόν | If thou prepare thine heart, and stretch out thine hands toward him; |
| 14 | εἰ ἄνομόν τί ἐστιν ἐν χερσίν σου πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω | If iniquity be in thine hand, put it far away, and let not wickedness dwell in thy tabernacles. |
| 15 | οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθῇς | For then shalt thou lift up thy face without spot; yea, thou shalt be stedfast, and shalt not fear: |
| 16 | καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσῃ | Because thou shalt forget thy misery, and remember it as waters that pass away: |
| 17 | ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή | And thine age shall be clearer than the noonday; thou shalt shine forth, thou shalt be as the morning. |
| 18 | πεποιθώς τε ἔσῃ ὅτι ἔστιν σοι ἐλπίς ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη | And thou shalt be secure, because there is hope; yea, thou shalt dig about thee, and thou shalt take thy rest in safety. |
| 19 | ἡσυχάσεις γάρ καὶ οὐκ ἔσται ὁ πολεμῶν σε μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται | Also thou shalt lie down, and none shall make thee afraid; yea, many shall make suit unto thee. |
| 20 | σωτηρία δὲ αὐτοὺς ἀπολείψει ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται | But the eyes of the wicked shall fail, and they shall not escape, and their hope shall be as the giving up of the ghost. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL