역대상 1장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 역대상 (1 Chronicles) · 42절
- 1 Αδαμ Σηθ Ενως
- 2 Καιναν Μαλελεηλ Ιαρεδ
- 3 Ενωχ Μαθουσαλα Λαμεχ
- 4 Νωε υἱοὶ Νωε Σημ Χαμ Ιαφεθ
- 5 υἱοὶ Ιαφεθ Γαμερ Μαγωγ Μαδαι Ιωυαν Ελισα Θοβελ Μοσοχ καὶ Θιρας
- 6 καὶ υἱοὶ Γαμερ Ασχαναζ καὶ Ριφαθ καὶ Θοργαμα
- 7 καὶ υἱοὶ Ιωυαν Ελισα καὶ Θαρσις Κίτιοι καὶ Ῥόδιοι
- 8 καὶ υἱοὶ Χαμ Χους καὶ Μεστραιμ Φουδ καὶ Χανααν
- 9 καὶ υἱοὶ Χους Σαβα καὶ Ευιλατ καὶ Σαβαθα καὶ Ρεγμα καὶ Σεβεκαθα καὶ υἱοὶ Ρεγμα Σαβα καὶ Ουδαδαν
- 10 καὶ Χους ἐγέννησεν τὸν Νεβρωδ οὗτος ἤρξατο τοῦ εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς
- 17 υἱοὶ Σημ Αιλαμ καὶ Ασσουρ καὶ Αρφαξαδ
- 24 Σαλα
- 25 Εβερ Φαλεκ Ραγαυ
- 26 Σερουχ Ναχωρ Θαρα
- 27 Αβρααμ
- 28 υἱοὶ δὲ Αβρααμ Ισαακ καὶ Ισμαηλ
- 29 αὗται δὲ αἱ γενέσεις πρωτοτόκου Ισμαηλ Ναβαιωθ καὶ Κηδαρ Ναβδεηλ Μαβσαν
- 30 Μασμα Ιδουμα Μασση Χοδδαδ Θαιμαν
- 31 Ιεττουρ Ναφες καὶ Κεδμα οὗτοί εἰσιν υἱοὶ Ισμαηλ
- 32 καὶ υἱοὶ Χεττουρας παλλακῆς Αβρααμ καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβραν Ιεξαν Μαδαν Μαδιαμ Σοβακ Σωε καὶ υἱοὶ Ιεξαν Σαβα καὶ Δαιδαν
- 33 καὶ υἱοὶ Μαδιαμ Γαιφα καὶ Οφερ καὶ Ενωχ καὶ Αβιδα καὶ Ελδαα πάντες οὗτοι υἱοὶ Χεττουρας
- 34 καὶ ἐγέννησεν Αβρααμ τὸν Ισαακ καὶ υἱοὶ Ισαακ Ησαυ καὶ Ιακωβ
- 35 υἱοὶ Ησαυ Ελιφας καὶ Ραγουηλ καὶ Ιεουλ καὶ Ιεγλομ καὶ Κορε
- 36 υἱοὶ Ελιφας Θαιμαν καὶ Ωμαρ Σωφαρ καὶ Γοωθαμ καὶ Κενεζ καὶ τῆς Θαμνα Αμαληκ
- 37 καὶ υἱοὶ Ραγουηλ Ναχεθ Ζαρε Σομε καὶ Μοζε
- 38 υἱοὶ Σηιρ Λωταν Σωβαλ Σεβεγων Ανα Δησων Ωσαρ Δαισων
- 39 καὶ υἱοὶ Λωταν Χορρι καὶ Αιμαν καὶ Αιλαθ καὶ Ναμνα
- 40 υἱοὶ Σωβαλ Γωλαμ Μαναχαθ Γαιβηλ Σωβ καὶ Ωναμ υἱοὶ δὲ Σεβεγων Αια καὶ Ανα
- 41 υἱοὶ Ανα Δαισων υἱοὶ δὲ Δησων Εμερων καὶ Εσεβαν καὶ Ιεθραν καὶ Χαρραν
- 42 καὶ υἱοὶ Ωσαρ Βαλααν καὶ Ζουκαν καὶ Ιωκαν υἱοὶ Δαισων Ως καὶ Αρραν
- 43 καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν Βαλακ υἱὸς Βεωρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα
- 44 καὶ ἀπέθανεν Βαλακ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας
- 45 καὶ ἀπέθανεν Ιωβαβ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ασομ ἐκ τῆς γῆς Θαιμανων
- 46 καὶ ἀπέθανεν Ασομ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ πατάξας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ
- 47 καὶ ἀπέθανεν Αδαδ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Σαμαα ἐκ Μασεκκας
- 48 καὶ ἀπέθανεν Σαμαα καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Σαουλ ἐκ Ροωβωθ τῆς παρὰ ποταμόν
- 49 καὶ ἀπέθανεν Σαουλ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Βαλαεννων υἱὸς Αχοβωρ
- 50 καὶ ἀπέθανεν Βαλαεννων υἱὸς Αχοβωρ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αδαδ υἱὸς Βαραδ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ
- 51 καὶ ἀπέθανεν Αδαδ καὶ ἦσαν ἡγεμόνες Εδωμ ἡγεμὼν Θαμανα ἡγεμὼν Γωλα ἡγεμὼν Ιεθετ
- 52 ἡγεμὼν Ελιβαμας ἡγεμὼν Ηλας ἡγεμὼν Φινων
- 53 ἡγεμὼν Κενεζ ἡγεμὼν Θαιμαν ἡγεμὼν Μαβσαρ
- 54 ἡγεμὼν Μεγεδιηλ ἡγεμὼν Ηραμ οὗτοι ἡγεμόνες Εδωμ
- 📚 OT LXX Accented 책 목록
- 개역개정판 (1998)로
- 개역한글판 (1961)로
- 표준새번역 (1993)로
- King James Version로
- KJV 와 나란히
- 🌐 다른 언어·판
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗