에스라 2장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 에스라 (Ezra) · 70절
- 1 καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ Ιουδα ἀνὴρ εἰς πόλιν αὐτοῦ
- 2 οἳ ἦλθον μετὰ Ζοροβαβελ Ἰησοῦς Νεεμιας Σαραιας Ρεελιας Μαρδοχαιος Βαλασαν Μασφαρ Βαγουι Ρεουμ Βαανα ἀνδρῶν ἀριθμὸς λαοῦ Ισραηλ
- 3 υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο
- 4 υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο
- 5 υἱοὶ Ηρα ἑπτακόσιοι ἑβδομήκοντα πέντε
- 6 υἱοὶ Φααθμωαβ τοῖς υἱοῖς Ιησουε Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο
- 7 υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
- 8 υἱοὶ Ζαθουα ἐννακόσιοι τεσσαράκοντα πέντε
- 9 υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα
- 10 υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα δύο
- 11 υἱοὶ Βαβι ἑξακόσιοι εἴκοσι τρεῖς
- 12 υἱοὶ Ασγαδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο
- 13 υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἕξ
- 14 υἱοὶ Βαγοι δισχίλιοι πεντήκοντα ἕξ
- 15 υἱοὶ Αδιν τετρακόσιοι πεντήκοντα τέσσαρες
- 16 υἱοὶ Ατηρ τῷ Εζεκια ἐνενήκοντα ὀκτώ
- 17 υἱοὶ Βασου τριακόσιοι εἴκοσι τρεῖς
- 18 υἱοὶ Ιωρα ἑκατὸν δέκα δύο
- 19 υἱοὶ Ασεμ διακόσιοι εἴκοσι τρεῖς
- 20 υἱοὶ Γαβερ ἐνενήκοντα πέντε
- 21 υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρεῖς
- 22 υἱοὶ Νετωφα πεντήκοντα ἕξ
- 23 υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ
- 24 υἱοὶ Ασμωθ τεσσαράκοντα δύο
- 25 υἱοὶ Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς
- 26 υἱοὶ Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἷς
- 27 ἄνδρες Μαχμας ἑκατὸν εἴκοσι δύο
- 28 ἄνδρες Βαιθηλ καὶ Αια τετρακόσιοι εἴκοσι τρεῖς
- 29 υἱοὶ Ναβου πεντήκοντα δύο
- 30 υἱοὶ Μαγεβως ἑκατὸν πεντήκοντα ἕξ
- 31 υἱοὶ Ηλαμ‐αρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
- 32 υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι
- 33 υἱοὶ Λοδ Αρωθ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι πέντε
- 34 υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε
- 35 υἱοὶ Σαναα τρισχίλιοι ἑξακόσιοι τριάκοντα
- 36 καὶ οἱ ἱερεῖς υἱοὶ Ιεδουα τῷ οἴκῳ Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς
- 37 υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο
- 38 υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά
- 39 υἱοὶ Ηρεμ χίλιοι ἑπτά
- 40 καὶ οἱ Λευῖται υἱοὶ Ἰησοῦ καὶ Καδμιηλ τοῖς υἱοῖς Ωδουια ἑβδομήκοντα τέσσαρες
- 41 οἱ ᾄδοντες υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ
- 42 υἱοὶ τῶν πυλωρῶν υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβαου οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα
- 43 οἱ ναθιναῖοι υἱοὶ Σουια υἱοὶ Ασουφε υἱοὶ Ταβαωθ
- 44 υἱοὶ Κηραος υἱοὶ Σωηα υἱοὶ Φαδων
- 45 υἱοὶ Λαβανω υἱοὶ Αγαβα υἱοὶ Ακαβωθ
- 46 υἱοὶ Αγαβ υἱοὶ Σαμαλαι υἱοὶ Αναν
- 47 υἱοὶ Κεδελ υἱοὶ Γαερ υἱοὶ Ρεηα
- 48 υἱοὶ Ρασων υἱοὶ Νεκωδα υἱοὶ Γαζεμ
- 49 υἱοὶ Ουσα υἱοὶ Φαση υἱοὶ Βασι
- 50 υἱοὶ Ασενα υἱοὶ Μαωνιμ υἱοὶ Ναφισων
- 51 υἱοὶ Βακβουκ υἱοὶ Ακιφα υἱοὶ Αρουρ
- 52 υἱοὶ Βασαλωθ υἱοὶ Μαουδα υἱοὶ Αρησα
- 53 υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θεμα
- 54 υἱοὶ Νασουε υἱοὶ Ατουφα
- 55 υἱοὶ Αβδησελμα υἱοὶ Σατι υἱοὶ Ασεφηραθ υἱοὶ Φαδουρα
- 56 υἱοὶ Ιεηλα υἱοὶ Δαρκων υἱοὶ Γεδηλ
- 57 υἱοὶ Σαφατια υἱοὶ Ατιλ υἱοὶ Φαχεραθ‐ασεβωιν υἱοὶ Ημι
- 58 πάντες οἱ ναθινιν καὶ υἱοὶ Αβδησελμα τριακόσιοι ἐνενήκοντα δύο
- 59 καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελεθ Θελαρησα Χαρουβ Ηδαν Εμμηρ καὶ οὐκ ἠδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ισραηλ εἰσίν
- 60 υἱοὶ Δαλαια υἱοὶ Βουα υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι πεντήκοντα δύο
- 61 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ Χαβια υἱοὶ Ακους υἱοὶ Βερζελλαι ὃς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαι τοῦ Γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν
- 62 οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσιμ καὶ οὐχ εὑρέθησαν καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας
- 63 καὶ εἶπεν Αθερσαθα αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις
- 64 πᾶσα δὲ ἡ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
- 65 χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι
- 66 ἵπποι αὐτῶν ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι αὐτῶν διακόσιοι τεσσαράκοντα πέντε
- 67 κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι
- 68 καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ
- 69 ὡς ἡ δύναμις αὐτῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν μναῖ ἓξ μυριάδες καὶ χίλιαι καὶ ἀργύριον μναῖ πεντακισχίλιαι καὶ κοθωνοι τῶν ἱερέων ἑκατόν
- 70 καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν
- 📚 OT LXX Accented 책 목록
- 개역개정판 (1998)로
- 개역한글판 (1961)로
- 표준새번역 (1993)로
- King James Version로
- KJV 와 나란히
- 🌐 다른 언어·판
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗