시편 96편 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 시편 (Psalms) · 12절
- 1 τῷ Δαυιδ ὅτε ἡ γῆ αὐτοῦ καθίσταται ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ εὐφρανθήτωσαν νῆσοι πολλαί
- 2 νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ
- 3 πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ
- 4 ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ εἶδεν καὶ ἐσαλεύθη ἡ γῆ
- 5 τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου κυρίου ἀπὸ προσώπου κυρίου πάσης τῆς γῆς
- 6 ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ
- 7 αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν προσκυνήσατε αὐτῷ πάντες οἱ ἄγγελοι αὐτοῦ
- 8 ἤκουσεν καὶ εὐφράνθη Σιων καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου κύριε
- 9 ὅτι σὺ εἶ κύριος ὁ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς
- 10 οἱ ἀγαπῶντες τὸν κύριον μισεῖτε πονηρόν φυλάσσει κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς
- 11 φῶς ἀνέτειλεν τῷ δικαίῳ καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη
- 12 εὐφράνθητε δίκαιοι ἐπὶ τῷ κυρίῳ καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ
- 📚 OT LXX Accented 책 목록
- 개역개정판 (1998)로
- 개역한글판 (1961)로
- 표준새번역 (1993)로
- King James Version로
- KJV 와 나란히
- 🌐 다른 언어·판
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗