시편 73편 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 시편 (Psalms) · 23절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | συνέσεως τῷ Ασαφ ἵνα τί ἀπώσω ὁ θεός εἰς τέλος ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου | Truly God is good to Israel, even to such as are of a clean heart. |
| 2 | μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπ’ ἀρχῆς ἐλυτρώσω ῥάβδον κληρονομίας σου ὄρος Σιων τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ | But as for me, my feet were almost gone; my steps had well nigh slipped. |
| 3 | ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου | For I was envious at the foolish, when I saw the prosperity of the wicked. |
| 4 | καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν | For there are no bands in their death: but their strength is firm. |
| 5 | ὡς εἰς τὴν εἴσοδον ὑπεράνω | They are not in trouble as other men; neither are they plagued like other men. |
| 6 | ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν | Therefore pride compasseth them about as a chain; violence covereth them as a garment. |
| 7 | ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου | Their eyes stand out with fatness: they have more than heart could wish. |
| 8 | εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν ἡ συγγένεια αὐτῶν ἐπὶ τὸ αὐτό δεῦτε καὶ κατακαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ θεοῦ ἀπὸ τῆς γῆς | They are corrupt, and speak wickedly concerning oppression: they speak loftily. |
| 9 | τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν οὐκ ἔστιν ἔτι προφήτης καὶ ἡμᾶς οὐ γνώσεται ἔτι | They set their mouth against the heavens, and their tongue walketh through the earth. |
| 10 | ἕως πότε ὁ θεός ὀνειδιεῖ ὁ ἐχθρός παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος | Therefore his people return hither: and waters of a full cup are wrung out to them. |
| 11 | ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος | And they say, How doth God know? and is there knowledge in the most High? |
| 12 | ὁ δὲ θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς | Behold, these are the ungodly, who prosper in the world; they increase in riches. |
| 13 | σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος | Verily I have cleansed my heart in vain, and washed my hands in innocency. |
| 14 | σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν | For all the day long have I been plagued, and chastened every morning. |
| 15 | σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους σὺ ἐξήρανας ποταμοὺς Ηθαμ | If I say, I will speak thus; behold, I should offend against the generation of thy children. |
| 16 | σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον | When I thought to know this, it was too painful for me; |
| 17 | σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά | Until I went into the sanctuary of God; then understood I their end. |
| 18 | μνήσθητι ταύτης ἐχθρὸς ὠνείδισεν τὸν κύριον καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομά σου | Surely thou didst set them in slippery places: thou castedst them down into destruction. |
| 19 | μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος | How are they brought into desolation, as in a moment! they are utterly consumed with terrors. |
| 20 | ἐπίβλεψον εἰς τὴν διαθήκην σου ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν | As a dream when one awaketh; so, O Lord, when thou awakest, thou shalt despise their image. |
| 21 | μὴ ἀποστραφήτω τεταπεινωμένος κατῃσχυμμένος πτωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου | Thus my heart was grieved, and I was pricked in my reins. |
| 22 | ἀνάστα ὁ θεός δίκασον τὴν δίκην σου μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν | So foolish was I, and ignorant: I was as a beast before thee. |
| 23 | μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντὸς πρὸς σέ | Nevertheless I am continually with thee: thou hast holden me by my right hand. |
| 24 | — | Thou shalt guide me with thy counsel, and afterward receive me to glory. |
| 25 | — | Whom have I in heaven but thee? and there is none upon earth that I desire beside thee. |
| 26 | — | My flesh and my heart faileth: but God is the strength of my heart, and my portion for ever. |
| 27 | — | For, lo, they that are far from thee shall perish: thou hast destroyed all them that go a whoring from thee. |
| 28 | — | But it is good for me to draw near to God: I have put my trust in the Lord God, that I may declare all thy works. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL