로그인

시편 69편 OT LXX Accented

OT LXX Accented · 고대 그리스어(헬라어) · 시편 (Psalms) · 6절

  1. 1 εἰς τὸ τέλος τῷ Δαυιδ εἰς ἀνάμνησιν
  2. 2 εἰς τὸ σῶσαί με κύριον ὁ θεός εἰς τὴν βοήθειάν μου πρόσχες
  3. 3 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά
  4. 4 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι εὖγε εὖγε
  5. 5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε καὶ λεγέτωσαν διὰ παντός μεγαλυνθήτω ὁ θεός οἱ ἀγαπῶντες τὸ σωτήριόν σου
  6. 6 ἐγὼ δὲ πτωχὸς καὶ πένης ὁ θεός βοήθησόν μοι βοηθός μου καὶ ῥύστης μου εἶ σύ κύριε μὴ χρονίσῃς

OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗