시편 67편 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 시편 (Psalms) · 36절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | εἰς τὸ τέλος τῷ Δαυιδ ψαλμὸς ᾠδῆς | God be merciful unto us, and bless us; and cause his face to shine upon us; Selah. |
| 2 | ἀναστήτω ὁ θεός καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ | That thy way may be known upon earth, thy saving health among all nations. |
| 3 | ὡς ἐκλείπει καπνός ἐκλιπέτωσαν ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ | Let the people praise thee, O God; let all the people praise thee. |
| 4 | καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ θεοῦ τερφθήτωσαν ἐν εὐφροσύνῃ | O let the nations be glad and sing for joy: for thou shalt judge the people righteously, and govern the nations upon earth. Selah. |
| 5 | ᾄσατε τῷ θεῷ ψάλατε τῷ ὀνόματι αὐτοῦ ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν κύριος ὄνομα αὐτῷ καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ | Let the people praise thee, O God; let all the people praise thee. |
| 6 | τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν ὁ θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ | Then shall the earth yield her increase; and God, even our own God, shall bless us. |
| 7 | ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις | God shall bless us; and all the ends of the earth shall fear him. |
| 8 | ὁ θεός ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ διάψαλμα | — |
| 9 | γῆ ἐσείσθη καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ θεοῦ τοῦτο Σινα ἀπὸ προσώπου τοῦ θεοῦ Ισραηλ | — |
| 10 | βροχὴν ἑκούσιον ἀφοριεῖς ὁ θεός τῇ κληρονομίᾳ σου καὶ ἠσθένησεν σὺ δὲ κατηρτίσω αὐτήν | — |
| 11 | τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ ὁ θεός | — |
| 12 | κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ | — |
| 13 | ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα | — |
| 14 | ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων πτέρυγες περιστερᾶς περιηργυρωμέναι καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου διάψαλμα | — |
| 15 | ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ’ αὐτῆς χιονωθήσονται ἐν Σελμων | — |
| 16 | ὄρος τοῦ θεοῦ ὄρος πῖον ὄρος τετυρωμένον ὄρος πῖον | — |
| 17 | ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα τὸ ὄρος ὃ εὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ καὶ γὰρ ὁ κύριος κατασκηνώσει εἰς τέλος | — |
| 18 | τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον χιλιάδες εὐθηνούντων ὁ κύριος ἐν αὐτοῖς ἐν Σινα ἐν τῷ ἁγίῳ | — |
| 19 | ἀνέβης εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν ἔλαβες δόματα ἐν ἀνθρώπῳ καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι κύριος ὁ θεὸς εὐλογητός | — |
| 20 | εὐλογητὸς κύριος ἡμέραν καθ’ ἡμέραν κατευοδώσει ἡμῖν ὁ θεὸς τῶν σωτηρίων ἡμῶν διάψαλμα | — |
| 21 | ὁ θεὸς ἡμῶν θεὸς τοῦ σῴζειν καὶ τοῦ κυρίου κυρίου αἱ διέξοδοι τοῦ θανάτου | — |
| 22 | πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν | — |
| 23 | εἶπεν κύριος ἐκ Βασαν ἐπιστρέψω ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης | — |
| 24 | ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ’ αὐτοῦ | — |
| 25 | ἐθεωρήθησαν αἱ πορεῖαί σου ὁ θεός αἱ πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ | — |
| 26 | προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν | — |
| 27 | ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν τὸν κύριον ἐκ πηγῶν Ισραηλ | — |
| 28 | ἐκεῖ Βενιαμιν νεώτερος ἐν ἐκστάσει ἄρχοντες Ιουδα ἡγεμόνες αὐτῶν ἄρχοντες Ζαβουλων ἄρχοντες Νεφθαλι | — |
| 29 | ἔντειλαι ὁ θεός τῇ δυνάμει σου δυνάμωσον ὁ θεός τοῦτο ὃ κατειργάσω ἡμῖν | — |
| 30 | ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ιερουσαλημ σοὶ οἴσουσιν βασιλεῖς δῶρα | — |
| 31 | ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα | — |
| 32 | ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ | — |
| 33 | αἱ βασιλεῖαι τῆς γῆς ᾄσατε τῷ θεῷ ψάλατε τῷ κυρίῳ διάψαλμα | — |
| 34 | ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως | — |
| 35 | δότε δόξαν τῷ θεῷ ἐπὶ τὸν Ισραηλ ἡ μεγαλοπρέπεια αὐτοῦ καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις | — |
| 36 | θαυμαστὸς ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ θεὸς Ισραηλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ θεός | — |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL