시편 65편 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 시편 (Psalms) · 20절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | εἰς τὸ τέλος ᾠδὴ ψαλμοῦ ἀναστάσεως ἀλαλάξατε τῷ θεῷ πᾶσα ἡ γῆ | Praise waiteth for thee, O God, in Sion: and unto thee shall the vow be performed. |
| 2 | ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ δότε δόξαν αἰνέσει αὐτοῦ | O thou that hearest prayer, unto thee shall all flesh come. |
| 3 | εἴπατε τῷ θεῷ ὡς φοβερὰ τὰ ἔργα σου ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου | Iniquities prevail against me: as for our transgressions, thou shalt purge them away. |
| 4 | πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι ψαλάτωσαν τῷ ὀνόματί σου διάψαλμα | Blessed is the man whom thou choosest, and causest to approach unto thee, that he may dwell in thy courts: we shall be satisfied with the goodness of thy house, even of thy holy temple. |
| 5 | δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων | By terrible things in righteousness wilt thou answer us, O God of our salvation; who art the confidence of all the ends of the earth, and of them that are afar off upon the sea: |
| 6 | ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν ἐν ποταμῷ διελεύσονται ποδί ἐκεῖ εὐφρανθησόμεθα ἐπ’ αὐτῷ | Which by his strength setteth fast the mountains; being girded with power: |
| 7 | τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς διάψαλμα | Which stilleth the noise of the seas, the noise of their waves, and the tumult of the people. |
| 8 | εὐλογεῖτε ἔθνη τὸν θεὸν ἡμῶν καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ | They also that dwell in the uttermost parts are afraid at thy tokens: thou makest the outgoings of the morning and evening to rejoice. |
| 9 | τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου | Thou visitest the earth, and waterest it: thou greatly enrichest it with the river of God, which is full of water: thou preparest them corn, when thou hast so provided for it. |
| 10 | ὅτι ἐδοκίμασας ἡμᾶς ὁ θεός ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον | Thou waterest the ridges thereof abundantly: thou settlest the furrows thereof: thou makest it soft with showers: thou blessest the springing thereof. |
| 11 | εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν | Thou crownest the year with thy goodness; and thy paths drop fatness. |
| 12 | ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν | They drop upon the pastures of the wilderness: and the little hills rejoice on every side. |
| 13 | εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν ἀποδώσω σοι τὰς εὐχάς μου | The pastures are clothed with flocks; the valleys also are covered over with corn; they shout for joy, they also sing. |
| 14 | ἃς διέστειλεν τὰ χείλη μου καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου | — |
| 15 | ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν ποιήσω σοι βόας μετὰ χιμάρων διάψαλμα | — |
| 16 | δεῦτε ἀκούσατε καὶ διηγήσομαι πάντες οἱ φοβούμενοι τὸν θεόν ὅσα ἐποίησεν τῇ ψυχῇ μου | — |
| 17 | πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου | — |
| 18 | ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου μὴ εἰσακουσάτω κύριος | — |
| 19 | διὰ τοῦτο εἰσήκουσέν μου ὁ θεός προσέσχεν τῇ φωνῇ τῆς δεήσεώς μου | — |
| 20 | εὐλογητὸς ὁ θεός ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ’ ἐμοῦ | — |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL