로그인

시편 60편 OT LXX Accented

OT LXX Accented · 고대 그리스어(헬라어) · 시편 (Psalms) · 9절

  1. 1 εἰς τὸ τέλος ἐν ὕμνοις τῷ Δαυιδ
  2. 2 εἰσάκουσον ὁ θεός τῆς δεήσεώς μου πρόσχες τῇ προσευχῇ μου
  3. 3 ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου ἐν πέτρᾳ ὕψωσάς με
  4. 4 ὡδήγησάς με ὅτι ἐγενήθης ἐλπίς μου πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ
  5. 5 παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου διάψαλμα
  6. 6 ὅτι σύ ὁ θεός εἰσήκουσας τῶν εὐχῶν μου ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου
  7. 7 ἡμέρας ἐφ’ ἡμέρας βασιλέως προσθήσεις ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς
  8. 8 διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει
  9. 9 οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας

OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗