시편 55편 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 시편 (Psalms) · 14절
- 1 εἰς τὸ τέλος ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου τῷ Δαυιδ εἰς στηλογραφίαν ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γεθ
- 2 ἐλέησόν με κύριε ὅτι κατεπάτησέν με ἄνθρωπος ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέν με
- 3 κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους
- 4 ἡμέρας φοβηθήσομαι ἐγὼ δὲ ἐπὶ σοὶ ἐλπιῶ
- 5 ἐν τῷ θεῷ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν ἐπὶ τῷ θεῷ ἤλπισα οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ
- 6 ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο κατ’ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν
- 7 παροικήσουσιν καὶ κατακρύψουσιν αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν καθάπερ ὑπέμειναν τὴν ψυχήν μου
- 8 ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούς ἐν ὀργῇ λαοὺς κατάξεις ὁ θεός
- 9 τὴν ζωήν μου ἐξήγγειλά σοι ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου
- 10 ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε ἰδοὺ ἔγνων ὅτι θεός μου εἶ σύ
- 11 ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα ἐπὶ τῷ κυρίῳ αἰνέσω λόγον
- 12 ἐπὶ τῷ θεῷ ἤλπισα οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος
- 13 ἐν ἐμοί ὁ θεός αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεώς σοι
- 14 ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν φωτὶ ζώντων
- 📚 OT LXX Accented 책 목록
- 개역개정판 (1998)로
- 개역한글판 (1961)로
- 표준새번역 (1993)로
- King James Version로
- KJV 와 나란히
- 🌐 다른 언어·판
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗