시편 50편 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 시편 (Psalms) · 21절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ | The mighty God, even the Lord, hath spoken, and called the earth from the rising of the sun unto the going down thereof. |
| 2 | ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθαν τὸν προφήτην ἡνίκα εἰσῆλθεν πρὸς Βηρσαβεε | Out of Zion, the perfection of beauty, God hath shined. |
| 3 | ἐλέησόν με ὁ θεός κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου | Our God shall come, and shall not keep silence: a fire shall devour before him, and it shall be very tempestuous round about him. |
| 4 | ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με | He shall call to the heavens from above, and to the earth, that he may judge his people. |
| 5 | ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός | Gather my saints together unto me; those that have made a covenant with me by sacrifice. |
| 6 | σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε | And the heavens shall declare his righteousness: for God is judge himself. Selah. |
| 7 | ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου | Hear, O my people, and I will speak; O Israel, and I will testify against thee: I am God, even thy God. |
| 8 | ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι | I will not reprove thee for thy sacrifices or thy burnt offerings, to have been continually before me. |
| 9 | ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι | I will take no bullock out of thy house, nor he goats out of thy folds. |
| 10 | ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα | For every beast of the forest is mine, and the cattle upon a thousand hills. |
| 11 | ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον | I know all the fowls of the mountains: and the wild beasts of the field are mine. |
| 12 | καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί ὁ θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου | If I were hungry, I would not tell thee: for the world is mine, and the fulness thereof. |
| 13 | μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ | Will I eat the flesh of bulls, or drink the blood of goats? |
| 14 | ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με | Offer unto God thanksgiving; and pay thy vows unto the most High: |
| 15 | διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν | And call upon me in the day of trouble: I will deliver thee, and thou shalt glorify me. |
| 16 | ῥῦσαί με ἐξ αἱμάτων ὁ θεὸς ὁ θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου | But unto the wicked God saith, What hast thou to do to declare my statutes, or that thou shouldest take my covenant in thy mouth? |
| 17 | κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου | Seeing thou hatest instruction, and castest my words behind thee. |
| 18 | ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις | When thou sawest a thief, then thou consentedst with him, and hast been partaker with adulterers. |
| 19 | θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουθενώσει | Thou givest thy mouth to evil, and thy tongue frameth deceit. |
| 20 | ἀγάθυνον κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ | Thou sittest and speakest against thy brother; thou slanderest thine own mother’s son. |
| 21 | τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους | These things hast thou done, and I kept silence; thou thoughtest that I was altogether such an one as thyself: but I will reprove thee, and set them in order before thine eyes. |
| 22 | — | Now consider this, ye that forget God, lest I tear you in pieces, and there be none to deliver. |
| 23 | — | Whoso offereth praise glorifieth me: and to him that ordereth his conversation aright will I shew the salvation of God. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL