시편 26편 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 시편 (Psalms) · 14절
- 1 τοῦ Δαυιδ πρὸ τοῦ χρισθῆναι κύριος φωτισμός μου καὶ σωτήρ μου τίνα φοβηθήσομαι κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου ἀπὸ τίνος δειλιάσω
- 2 ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν
- 3 ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολή οὐ φοβηθήσεται ἡ καρδία μου ἐὰν ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος ἐν ταύτῃ ἐγὼ ἐλπίζω
- 4 μίαν ᾐτησάμην παρὰ κυρίου ταύτην ἐκζητήσω τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ
- 5 ὅτι ἔκρυψέν με ἐν σκηνῇ ἐν ἡμέρᾳ κακῶν μου ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ ἐν πέτρᾳ ὕψωσέν με
- 6 καὶ νῦν ἰδοὺ ὕψωσεν τὴν κεφαλήν μου ἐπ’ ἐχθρούς μου ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ ᾄσομαι καὶ ψαλῶ τῷ κυρίῳ
- 7 εἰσάκουσον κύριε τῆς φωνῆς μου ἧς ἐκέκραξα ἐλέησόν με καὶ εἰσάκουσόν μου
- 8 σοὶ εἶπεν ἡ καρδία μου ἐζήτησεν τὸ πρόσωπόν μου τὸ πρόσωπόν σου κύριε ζητήσω
- 9 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου βοηθός μου γενοῦ μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με ὁ θεὸς ὁ σωτήρ μου
- 10 ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με ὁ δὲ κύριος προσελάβετό με
- 11 νομοθέτησόν με κύριε τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου
- 12 μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ
- 13 πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων
- 14 ὑπόμεινον τὸν κύριον ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου καὶ ὑπόμεινον τὸν κύριον
- 📚 OT LXX Accented 책 목록
- 개역개정판 (1998)로
- 개역한글판 (1961)로
- 표준새번역 (1993)로
- King James Version로
- KJV 와 나란히
- 🌐 다른 언어·판
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗