로그인

시편 111편 OT LXX Accented

OT LXX Accented · 고대 그리스어(헬라어) · 시편 (Psalms) · 10절

  1. 1 αλληλουια μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα
  2. 2 δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ γενεὰ εὐθείων εὐλογηθήσεται
  3. 3 δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
  4. 4 ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος
  5. 5 χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρῶν οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει
  6. 6 ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος
  7. 7 ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ κύριον
  8. 8 ἐστήρικται ἡ καρδία αὐτοῦ οὐ μὴ φοβηθῇ ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ
  9. 9 ἐσκόρπισεν ἔδωκεν τοῖς πένησιν ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ
  10. 10 ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται

OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗