로그인

사사기 5장 OT LXX Accented

OT LXX Accented · 고대 그리스어(헬라어) · 사사기 (Judges) · 31절 · 대역: King James Version

절OT LXX AccentedKing James Version
1 καὶ ᾖσαν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες καὶ ᾖσεν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν Then sang Deborah and Barak the son of Abinoam on that day, saying,
2 ἀπεκαλύφθη ἀποκάλυμμα ἐν Ισραηλ ἐν τῷ ἑκουσιασθῆναι λαὸν εὐλογεῖτε κύριον ἐν τῷ ἄρξασθαι ἀρχηγοὺς ἐν Ισραηλ ἐν προαιρέσει λαοῦ εὐλογεῖτε τὸν κύριον Praise ye the Lord for the avenging of Israel, when the people willingly offered themselves.
3 ἀκούσατε βασιλεῖς καὶ ἐνωτίσασθε σατράπαι ἐγώ εἰμι τῷ κυρίῳ ἐγώ εἰμι ᾄσομαι ψαλῶ τῷ κυρίῳ τῷ θεῷ Ισραηλ ἀκούσατε βασιλεῖς ἐνωτίζεσθε σατράπαι δυνατοί ἐγὼ τῷ κυρίῳ ᾄσομαι ψαλῶ τῷ θεῷ Ισραηλ Hear, O ye kings; give ear, O ye princes; I, even I, will sing unto the Lord; I will sing praise to the Lord God of Israel.
4 κύριε ἐν τῇ ἐξόδῳ σου ἐν Σηιρ ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξεν δρόσους καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ κύριε ἐν τῇ ἐξόδῳ σου ἐκ Σηιρ ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἐξεστάθη καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ Lord, when thou wentest out of Seir, when thou marchedst out of the field of Edom, the earth trembled, and the heavens dropped, the clouds also dropped water.
5 ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου Ελωι τοῦτο Σινα ἀπὸ προσώπου κυρίου θεοῦ Ισραηλ ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου τοῦτο Σινα ἀπὸ προσώπου κυρίου θεοῦ Ισραηλ The mountains melted from before the Lord, even that Sinai from before the Lord God of Israel.
6 ἐν ἡμέραις Σαμεγαρ υἱοῦ Αναθ ἐν ἡμέραις Ιαηλ ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς ἐπορεύθησαν ὁδοὺς διεστραμμένας ἐν ἡμέραις Σαμεγαρ υἱοῦ Αναθ ἐν ἡμέραις Ιαηλ ἐξέλιπον βασιλεῖς καὶ ἐπορεύθησαν τρίβους ἐπορεύθησαν ὁδοὺς διεστραμμένας In the days of Shamgar the son of Anath, in the days of Jael, the highways were unoccupied, and the travellers walked through byways.
7 ἐξέλιπον δυνατοὶ ἐν Ισραηλ ἐξέλιπον ἕως οὗ ἀναστῇ Δεββωρα ἕως οὗ ἀναστῇ μήτηρ ἐν Ισραηλ ἐξέλιπεν φραζων ἐν τῷ Ισραηλ ἐξέλιπεν ἕως οὗ ἐξανέστη Δεββωρα ὅτι ἀνέστη μήτηρ ἐν τῷ Ισραηλ The inhabitants of the villages ceased, they ceased in Israel, until that I Deborah arose, that I arose a mother in Israel.
8 ἐξελέξαντο θεοὺς καινούς τότε ἐπολέμησαν πόλεις ἀρχόντων θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν Ισραηλ ᾑρέτισαν θεοὺς καινοὺς ὡς ἄρτον κρίθινον σκέπην ἐὰν ἴδω σιρομαστῶν ἐν τεσσαράκοντα χιλιάσιν They chose new gods; then was war in the gates: was there a shield or spear seen among forty thousand in Israel?
9 ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ Ισραηλ οἱ ἑκουσιαζόμενοι ἐν λαῷ εὐλογεῖτε κύριον ἡ καρδία μου ἐπὶ τὰ διατεταγμένα τῷ Ισραηλ οἱ δυνάσται τοῦ λαοῦ εὐλογεῖτε τὸν κύριον My heart is toward the governors of Israel, that offered themselves willingly among the people. Bless ye the Lord.
10 ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ’ ὁδῷ ἐπιβεβηκότες ἐπὶ ὑποζυγίων καθήμενοι ἐπὶ λαμπηνῶν Speak, ye that ride on white asses, ye that sit in judgment, and walk by the way.
11 διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων ἀνὰ μέσον ὑδρευομένων ἐκεῖ δώσουσιν δικαιοσύνας κυρίῳ δικαιοσύνας αὔξησον ἐν Ισραηλ τότε κατέβη εἰς τὰς πόλεις λαὸς κυρίου φθέγξασθε φωνὴν ἀνακρουομένων ἀνὰ μέσον εὐφραινομένων ἐκεῖ δώσουσιν δικαιοσύνην κυρίῳ δίκαιοι ἐνίσχυσαν ἐν τῷ Ισραηλ τότε κατέβη εἰς τὰς πόλεις αὐτοῦ ὁ λαὸς κυρίου They that are delivered from the noise of archers in the places of drawing water, there shall they rehearse the righteous acts of the Lord, even the righteous acts toward the inhabitants of his villages in Israel: then shall the people of the Lord go down to the gates.
12 ἐξεγείρου ἐξεγείρου Δεββωρα ἐξεγείρου ἐξεγείρου λάλησον ᾠδήν ἀνάστα Βαρακ καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου υἱὸς Αβινεεμ ἐξεγείρου ἐξεγείρου Δεββωρα ἐξέγειρον μυριάδας μετὰ λαοῦ ἐξεγείρου ἐξεγείρου λάλει μετ’ ᾠδῆς ἐνισχύων ἐξανίστασο Βαρακ καὶ ἐνίσχυσον Δεββωρα τὸν Βαρακ αἰχμαλώτιζε αἰχμαλωσίαν σου υἱὸς Αβινεεμ Awake, awake, Deborah: awake, awake, utter a song: arise, Barak, and lead thy captivity captive, thou son of Abinoam.
13 τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς λαὸς κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς πότε ἐμεγαλύνθη ἡ ἰσχὺς αὐτοῦ κύριε ταπείνωσόν μοι τοὺς ἰσχυροτέρους μου Then he made him that remaineth have dominion over the nobles among the people: the Lord made me have dominion over the mighty.
14 ἐξ ἐμοῦ Εφραιμ ἐξερρίζωσεν αὐτοὺς ἐν τῷ Αμαληκ ὀπίσω σου Βενιαμιν ἐν τοῖς λαοῖς σου ἐν ἐμοὶ Μαχιρ κατέβησαν ἐξερευνῶντες καὶ ἀπὸ Ζαβουλων ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως λαὸς Εφραιμ ἐτιμωρήσατο αὐτοὺς ἐν κοιλάδι ἀδελφοῦ σου Βενιαμιν ἐν λαοῖς σου ἐξ ἐμοῦ Μαχιρ κατέβησαν ἐξερευνῶντες καὶ ἐκ Ζαβουλων κύριος ἐπολέμει μοι ἐν δυνατοῖς ἐκεῖθεν ἐν σκήπτρῳ ἐνισχύοντος ἡγήσεως Out of Ephraim was there a root of them against Amalek; after thee, Benjamin, among thy people; out of Machir came down governors, and out of Zebulun they that handle the pen of the writer.
15 καὶ ἀρχηγοὶ ἐν Ισσαχαρ μετὰ Δεββωρας καὶ Βαρακ οὕτως Βαρακ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ εἰς τὰς μερίδας Ρουβην μεγάλοι ἐξικνούμενοι καρδίαν ἐν Ισσαχαρ μετὰ Δεββωρας ἐξαπέστειλεν πεζοὺς αὐτοῦ εἰς τὴν κοιλάδα ἵνα τί σὺ κατοικεῖς ἐν μέσῳ χειλέων ἐξέτεινεν ἐν τοῖς ποσὶν αὐτοῦ ἐν διαιρέσεσιν Ρουβην μεγάλοι ἀκριβασμοὶ καρδίας And the princes of Issachar were with Deborah; even Issachar, and also Barak: he was sent on foot into the valley. For the divisions of Reuben there were great thoughts of heart.
16 εἰς τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων εἰς διαιρέσεις Ρουβην μεγάλοι ἐξετασμοὶ καρδίας ἵνα τί μοι κάθησαι ἀνὰ μέσον τῶν μοσφαθαιμ τοῦ εἰσακούειν συρισμοὺς ἐξεγειρόντων τοῦ διελθεῖν εἰς τὰ τοῦ Ρουβην μεγάλοι ἐξιχνιασμοὶ καρδίας Why abodest thou among the sheepfolds, to hear the bleatings of the flocks? For the divisions of Reuben there were great searchings of heart.
17 Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐσκήνωσεν καὶ Δαν εἰς τί παροικεῖ πλοίοις Ασηρ ἐκάθισεν παραλίαν θαλασσῶν καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατεσκήνωσεν καὶ Δαν ἵνα τί παροικεῖ πλοίοις Ασηρ παρῴκησεν παρ’ αἰγιαλὸν θαλασσῶν καὶ ἐπὶ τὰς διακοπὰς αὐτοῦ κατεσκήνωσεν Gilead abode beyond Jordan: and why did Dan remain in ships? Asher continued on the sea shore, and abode in his breaches.
18 Ζαβουλων λαὸς ὠνείδισεν ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλι ἐπὶ ὕψη ἀγροῦ Ζαβουλων λαὸς ὀνειδίσας ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλιμ ἐπὶ ὕψη ἀγροῦ Zebulun and Naphtali were a people that jeoparded their lives unto the death in the high places of the field.
19 ἦλθον αὐτῶν βασιλεῖς παρετάξαντο τότε ἐπολέμησαν βασιλεῖς Χανααν ἐν Θανααχ ἐπὶ ὕδατι Μεγεδδω δῶρον ἀργυρίου οὐκ ἔλαβον ἦλθον βασιλεῖς καὶ παρετάξαντο τότε ἐπολέμησαν βασιλεῖς Χανααν ἐν Θενναχ ἐπὶ ὕδατος Μαγεδδω πλεονεξίαν ἀργυρίου οὐκ ἔλαβον The kings came and fought, then fought the kings of Canaan in Taanach by the waters of Megiddo; they took no gain of money.
20 ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σισαρα ἐκ τοῦ οὐρανοῦ ἐπολέμησαν ἀστέρες ἐκ τῆς τάξεως αὐτῶν ἐπολέμησαν μετὰ Σισαρα They fought from heaven; the stars in their courses fought against Sisera.
21 χειμάρρους Κισων ἐξέσυρεν αὐτούς χειμάρρους ἀρχαίων χειμάρρους Κισων καταπατήσει αὐτὸν ψυχή μου δυνατή χειμάρρους Κισων ἐξέβαλεν αὐτούς χειμάρρους καδημιμ χειμάρρους Κισων καταπατήσει αὐτοὺς ψυχή μου δυνατή The river of Kishon swept them away, that ancient river, the river Kishon. O my soul, thou hast trodden down strength.
22 τότε ἐνεποδίσθησαν πτέρναι ἵππου σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ τότε ἀπεκόπησαν πτέρναι ἵππου αμαδαρωθ δυνατῶν αὐτοῦ Then were the horsehoofs broken by the means of the pransings, the pransings of their mighty ones.
23 καταρᾶσθε Μηρωζ εἶπεν ἄγγελος κυρίου καταρᾶσθε ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν κυρίου εἰς βοήθειαν ἐν δυνατοῖς καταράσασθε Μαρωζ εἶπεν ὁ ἄγγελος κυρίου καταράσει καταράσασθε τοὺς ἐνοίκους αὐτῆς ὅτι οὐκ ἤλθοσαν εἰς τὴν βοήθειαν κυρίου βοηθὸς ἡμῶν κύριος ἐν μαχηταῖς δυνατός Curse ye Meroz, said the angel of the Lord, curse ye bitterly the inhabitants thereof; because they came not to the help of the Lord, to the help of the Lord against the mighty.
24 εὐλογηθείη ἐν γυναιξὶν Ιαηλ γυνὴ Χαβερ τοῦ Κιναίου ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη εὐλογηθείη ἐκ γυναικῶν Ιαηλ γυνὴ Χαβερ τοῦ Κιναίου ἐκ γυναικῶν ἐν σκηνῇ εὐλογηθείη Blessed above women shall Jael the wife of Heber the Kenite be, blessed shall she be above women in the tent.
25 ὕδωρ ᾔτησεν γάλα ἔδωκεν ἐν λεκάνῃ ὑπερεχόντων προσήνεγκεν βούτυρον ὕδωρ ᾔτησεν αὐτήν καὶ γάλα ἔδωκεν αὐτῷ ἐν λακάνῃ ἰσχυρῶν προσήγγισεν βούτυρον He asked water, and she gave him milk; she brought forth butter in a lordly dish.
26 χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων καὶ ἐσφυροκόπησεν Σισαρα διήλωσεν κεφαλὴν αὐτοῦ καὶ ἐπάταξεν διήλωσεν κρόταφον αὐτοῦ τὴν χεῖρα αὐτῆς τὴν ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν τὴν δεξιὰν αὐτῆς εἰς ἀποτομὰς κατακόπων καὶ ἀπέτεμεν Σισαρα ἀπέτριψεν τὴν κεφαλὴν αὐτοῦ καὶ συνέθλασεν καὶ διήλασεν τὴν γνάθον αὐτοῦ She put her hand to the nail, and her right hand to the workmen’s hammer; and with the hammer she smote Sisera, she smote off his head, when she had pierced and stricken through his temples.
27 ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη ἔπεσεν καὶ ἐκοιμήθη ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατακλιθεὶς ἔπεσεν καθὼς κατεκλίθη ἐκεῖ ἔπεσεν ἐξοδευθείς ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς συγκάμψας ἔπεσεν ἐκοιμήθη μεταξὺ ποδῶν αὐτῆς ἐν ᾧ ἔκαμψεν ἐκεῖ ἔπεσεν ταλαίπωρος At her feet he bowed, he fell, he lay down: at her feet he bowed, he fell: where he bowed, there he fell down dead.
28 διὰ τῆς θυρίδος παρέκυψεν μήτηρ Σισαρα ἐκτὸς τοῦ τοξικοῦ διότι ᾐσχύνθη ἅρμα αὐτοῦ διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ διὰ τῆς θυρίδος διέκυπτεν ἡ μήτηρ Σισαρα διὰ τῆς δικτυωτῆς ἐπιβλέπουσα ἐπὶ τοὺς μεταστρέφοντας μετὰ Σισαρα διὰ τί ἠσχάτισεν τὸ ἅρμα αὐτοῦ παραγενέσθαι διὰ τί ἐχρόνισαν ἴχνη ἁρμάτων αὐτοῦ The mother of Sisera looked out at a window, and cried through the lattice, Why is his chariot so long in coming? why tarry the wheels of his chariots?
29 αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτῆς ἑαυτῇ σοφαὶ ἀρχουσῶν αὐτῆς ἀνταπεκρίναντο πρὸς αὐτήν καὶ αὐτὴ ἀπεκρίνατο ἐν ῥήμασιν αὐτῆς Her wise ladies answered her, yea, she returned answer to herself,
30 οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα οἰκτίρμων οἰκτιρήσει εἰς κεφαλὴν ἀνδρός σκῦλα βαμμάτων τῷ Σισαρα σκῦλα βαμμάτων ποικιλίας βάμματα ποικιλτῶν αὐτά τῷ τραχήλῳ αὐτοῦ σκῦλα οὐχὶ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα φιλιάζων φίλοις εἰς κεφαλὴν δυνατοῦ σκῦλα βαμμάτων Σισαρα σκῦλα βαμμάτων ποικιλίας βαφὴ ποικίλων περὶ τράχηλον αὐτοῦ σκῦλον Have they not sped? have they not divided the prey; to every man a damsel or two; to Sisera a prey of divers colours, a prey of divers colours of needlework, of divers colours of needlework on both sides, meet for the necks of them that take the spoil?
31 οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου κύριε καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου κύριε καὶ οἱ ἀγαπῶντες αὐτὸν καθὼς ἡ ἀνατολὴ τοῦ ἡλίου ἐν δυναστείαις αὐτοῦ καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη So let all thine enemies perish, O Lord: but let them that love him be as the sun when he goeth forth in his might. And the land had rest forty years.

OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL