사사기 18장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 사사기 (Judges) · 31절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ Δαν ἐζήτει αὑτῇ κληρονομίαν κατοικῆσαι ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν Ισραηλ κληρονομία ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἐζήτει ἡ φυλὴ τοῦ Δαν ἑαυτῇ κληρονομίαν τοῦ κατοικεῖν ὅτι οὐκ ἔπεσεν αὐτῇ ἕως τῶν ἡμερῶν ἐκείνων ἐν μέσῳ φυλῶν Ισραηλ κληρονομία | In those days there was no king in Israel: and in those days the tribe of the Danites sought them an inheritance to dwell in; for unto that day all their inheritance had not fallen unto them among the tribes of Israel. |
| 2 | καὶ ἀπέστειλαν οἱ υἱοὶ Δαν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας υἱοὺς δυνάμεως ἀπὸ Σαραα καὶ ἀπὸ Εσθαολ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς πορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν καὶ ἦλθον ἕως ὄρους Εφραιμ ἕως οἴκου Μιχαια καὶ ηὐλίσθησαν ἐκεῖ καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Δαν ἐκ τῶν συγγενειῶν αὐτῶν πέντε ἄνδρας ἀπὸ μέρους αὐτῶν υἱοὺς δυνάμεως ἐκ Σαραα καὶ Εσθαολ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς πορεύεσθε καὶ ἐξεραυνήσατε τὴν γῆν καὶ παρεγένοντο εἰς ὄρος Εφραιμ ἕως οἴκου Μιχα καὶ κατέπαυσαν ἐκεῖ | And the children of Dan sent of their family five men from their coasts, men of valour, from Zorah, and from Eshtaol, to spy out the land, and to search it; and they said unto them, Go, search the land: who when they came to mount Ephraim, to the house of Micah, they lodged there. |
| 3 | αὐτοὶ ἐν οἴκῳ Μιχαια καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ νεανίσκου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ τίς ἤνεγκέν σε ὧδε καὶ τί σὺ ποιεῖς ἐν τῷ τόπῳ τούτῳ καὶ τί σοι ὧδε αὐτῶν ὄντων παρὰ τῷ οἴκῳ Μιχα καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ παιδαρίου τοῦ νεωτέρου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ τίς ἤγαγέν σε ὧδε καὶ τί ποιεῖς ἐνταῦθα καὶ τί σοί ἐστιν ὧδε | When they were by the house of Micah, they knew the voice of the young man the Levite: and they turned in thither, and said unto him, Who brought thee hither? and what makest thou in this place? and what hast thou here? |
| 4 | καὶ εἶπεν πρὸς αὐτούς οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχαιας καὶ ἐμισθώσατό με καὶ ἐγενόμην αὐτῷ εἰς ἱερέα καὶ εἶπεν πρὸς αὐτούς οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχα καὶ ἐμισθώσατό με καὶ ἐγενήθην αὐτῷ εἰς ἱερέα | And he said unto them, Thus and thus dealeth Micah with me, and hath hired me, and I am his priest. |
| 5 | καὶ εἶπαν αὐτῷ ἐρώτησον δὴ ἐν τῷ θεῷ καὶ γνωσόμεθα εἰ εὐοδωθήσεται ἡ ὁδὸς ἡμῶν ἐν ᾗ ἡμεῖς πορευόμεθα ἐν αὐτῇ καὶ εἶπαν αὐτῷ ἐπερώτησον δὴ ἐν τῷ θεῷ καὶ γνωσόμεθα εἰ κατευοδοῖ ἡ ὁδὸς ἡμῶν ἣν ἡμεῖς πορευόμεθα ἐπ’ αὐτήν | And they said unto him, Ask counsel, we pray thee, of God, that we may know whether our way which we go shall be prosperous. |
| 6 | καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς πορεύεσθε ἐν εἰρήνῃ ἐνώπιον κυρίου ἡ ὁδὸς ὑμῶν ἐν ᾗ πορεύεσθε ἐν αὐτῇ καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς πορεύεσθε εἰς εἰρήνην ἐνώπιον κυρίου ἡ ὁδὸς ὑμῶν καθ’ ἣν ὑμεῖς πορεύεσθε ἐν αὐτῇ | And the priest said unto them, Go in peace: before the Lord is your way wherein ye go. |
| 7 | καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἦλθον εἰς Λαισα καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπ’ ἐλπίδι ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα καὶ οὐκ ἔστιν διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ κληρονόμος ἐκπιέζων θησαυροῦ καὶ μακράν εἰσιν Σιδωνίων καὶ λόγον οὐκ ἔχουσιν πρὸς ἄνθρωπον καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ παρεγένοντο εἰς Λαισα καὶ εἶδον τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ καθήμενον ἐν ἐλπίδι κατὰ τὴν σύγκρισιν τῶν Σιδωνίων ἡσυχάζοντας ἐν ἐλπίδι καὶ μὴ δυναμένους λαλῆσαι ῥῆμα ὅτι μακράν εἰσιν ἀπὸ Σιδῶνος καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας | Then the five men departed, and came to Laish, and saw the people that were therein, how they dwelt careless, after the manner of the Zidonians, quiet and secure; and there was no magistrate in the land, that might put them to shame in any thing; and they were far from the Zidonians, and had no business with any man. |
| 8 | καὶ ἦλθον οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραα καὶ Εσθαολ καὶ εἶπον τοῖς ἀδελφοῖς αὐτῶν τί ὑμεῖς κάθησθε καὶ παρεγένοντο οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραα καὶ Εσθαολ καὶ ἔλεγον αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν τί ὑμεῖς κάθησθε | And they came unto their brethren to Zorah and Eshtaol: and their brethren said unto them, What say ye? |
| 9 | καὶ εἶπαν ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτούς ὅτι εἴδομεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα καὶ ὑμεῖς ἡσυχάζετε μὴ ὀκνήσητε τοῦ πορευθῆναι καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν καὶ εἶπαν ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτούς ὅτι εἰσήλθαμεν καὶ ἐνεπεριεπατήσαμεν ἐν τῇ γῇ ἕως Λαισα καὶ εἴδομεν τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ ἐν ἐλπίδι κατὰ τὸ σύγκριμα τῶν Σιδωνίων καὶ μακρὰν ἀπέχοντες ἐκ Σιδῶνος καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας ἀλλὰ ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτούς ὅτι εὑρήκαμεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα καὶ ὑμεῖς σιωπᾶτε μὴ ὀκνήσητε τοῦ πορευθῆναι τοῦ ἐλθεῖν καὶ κατακληρονομῆσαι τὴν γῆν | And they said, Arise, that we may go up against them: for we have seen the land, and, behold, it is very good: and are ye still? be not slothful to go, and to enter to possess the land. |
| 10 | καὶ ἡνίκα ἂν ἔλθητε εἰσελεύσεσθε πρὸς λαὸν ἐπ’ ἐλπίδι καὶ ἡ γῆ πλατεῖα ὅτι ἔδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμῶν τόπος ὅπου οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος τῶν ἐν τῇ γῇ ἡνίκα ἂν εἰσέλθητε ἥξετε πρὸς λαὸν πεποιθότα καὶ ἡ γῆ εὐρύχωρος ὅτι παρέδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμῶν τόπος οὗ οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος ὅσα ἐν τῇ γῇ | When ye go, ye shall come unto a people secure, and to a large land: for God hath given it into your hands; a place where there is no want of any thing that is in the earth. |
| 11 | καὶ ἀπῆραν ἐκεῖθεν ἀπὸ δήμων τοῦ Δαν ἀπὸ Σαραα καὶ ἀπὸ Εσθαολ ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως καὶ ἀπῆραν ἐκ συγγενείας τοῦ Δαν ἐκ Σαραα καὶ Εσθαολ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικά | And there went from thence of the family of the Danites, out of Zorah and out of Eshtaol, six hundred men appointed with weapons of war. |
| 12 | καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν Καριαθιαριμ ἐν Ιουδα διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ παρεμβολὴ Δαν ἕως τῆς ἡμέρας ταύτης ἰδοὺ ὀπίσω Καριαθιαριμ καὶ ἀνέβησαν καὶ παρενεβάλοσαν ἐν Καριαθιαριμ ἐν Ιουδα διὰ τοῦτο ἐκλήθη τῷ τόπῳ ἐκείνῳ Παρεμβολὴ Δαν ἕως τῆς ἡμέρας ταύτης ἰδοὺ κατόπισθεν Καριαθιαριμ | And they went up, and pitched in Kirjath–jearim, in Judah: wherefore they called that place Mahaneh–dan unto this day: behold, it is behind Kirjath–jearim. |
| 13 | καὶ παρῆλθον ἐκεῖθεν ὄρος Εφραιμ καὶ ἦλθον ἕως οἴκου Μιχαια παρῆλθαν ἐκεῖθεν καὶ ἦλθαν ἕως τοῦ ὄρους Εφραιμ καὶ ἦλθον ἕως οἴκου Μιχα | And they passed thence unto mount Ephraim, and came unto the house of Micah. |
| 14 | καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πεπορευμένοι κατασκέψασθαι τὴν γῆν Λαισα καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν ἔγνωτε ὅτι ἔστιν ἐν τῷ οἴκῳ τούτῳ εφωδ καὶ θεραφιν καὶ γλυπτὸν καὶ χωνευτόν καὶ νῦν γνῶτε ὅ τι ποιήσετε καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰ οἴδατε ὅτι ἐν τοῖς οἴκοις τούτοις εφουδ καὶ θεραφιν καὶ γλυπτὸν καὶ χωνευτόν καὶ νῦν γνῶτε τί ποιήσετε | Then answered the five men that went to spy out the country of Laish, and said unto their brethren, Do ye know that there is in these houses an ephod, and teraphim, and a graven image, and a molten image? now therefore consider what ye have to do. |
| 15 | καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ νεανίσκου τοῦ Λευίτου οἶκον Μιχαια καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσήλθοσαν εἰς τὸν οἶκον τοῦ παιδαρίου τοῦ Λευίτου εἰς τὸν οἶκον Μιχα καὶ ἠσπάσαντο αὐτόν | And they turned thitherward, and came to the house of the young man the Levite, even unto the house of Micah, and saluted him. |
| 16 | καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τῆς παρατάξεως αὐτῶν ἑστῶτες παρὰ θύρας τῆς πύλης οἱ ἐκ τῶν υἱῶν Δαν καὶ οἱ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικὰ ἐστηλωμένοι παρὰ τὴν θύραν τοῦ πυλῶνος οἱ ἐκ τῶν υἱῶν Δαν | And the six hundred men appointed with their weapons of war, which were of the children of Dan, stood by the entering of the gate. |
| 17 | καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν ἐπελθόντες ἐκεῖ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν καὶ ὁ ἱερεὺς ἐστηλωμένος παρὰ τῇ θύρᾳ τοῦ πυλῶνος καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ περιεζωσμένοι σκεύη πολεμικά | And the five men that went to spy out the land went up, and came in thither, and took the graven image, and the ephod, and the teraphim, and the molten image: and the priest stood in the entering of the gate with the six hundred men that were appointed with weapons of war. |
| 18 | καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον Μιχαια καὶ ὁ ἱερεὺς ἑστώς καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφωδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἱερεύς τί ὑμεῖς ποιεῖτε καὶ οὗτοι εἰσῆλθον εἰς οἶκον Μιχα καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἱερεύς τί ὑμεῖς ποιεῖτε | And these went into Micah’s house, and fetched the carved image, the ephod, and the teraphim, and the molten image. Then said the priest unto them, What do ye? |
| 19 | καὶ εἶπαν αὐτῷ κώφευσον ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ δεῦρο μεθ’ ἡμῶν καὶ γενοῦ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα μὴ ἀγαθὸν εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γενέσθαι σε ἱερέα φυλῆς καὶ οἴκου εἰς δῆμον Ισραηλ καὶ εἶπαν πρὸς αὐτόν κώφευσον ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ ἐλθὲ μεθ’ ἡμῶν καὶ ἔσῃ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα μὴ βέλτιον εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γίνεσθαί σε ἱερέα φυλῆς καὶ συγγενείας ἐν Ισραηλ | And they said unto him, Hold thy peace, lay thine hand upon thy mouth, and go with us, and be to us a father and a priest: is it better for thee to be a priest unto the house of one man, or that thou be a priest unto a tribe and a family in Israel? |
| 20 | καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως καὶ ἔλαβεν τὸ εφωδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως καὶ ἔλαβεν τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ εἰσῆλθεν ἐν μέσῳ τοῦ λαοῦ | And the priest’s heart was glad, and he took the ephod, and the teraphim, and the graven image, and went in the midst of the people. |
| 21 | καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτῆσιν καὶ τὸ βάρος ἔμπροσθεν αὐτῶν καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν καὶ ἔταξαν τὴν πανοικίαν καὶ τὴν κτῆσιν αὐτοῦ τὴν ἔνδοξον ἔμπροσθεν αὐτῶν | So they turned and departed, and put the little ones and the cattle and the carriage before them. |
| 22 | αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου Μιχαια καὶ ἰδοὺ Μιχαιας καὶ οἱ ἄνδρες οἱ ἐν ταῖς οἰκίαις ταῖς μετὰ οἴκου Μιχαια ἐβόησαν καὶ κατελάβοντο τοὺς υἱοὺς Δαν αὐτῶν δὲ μεμακρυγκότων ἀπὸ τοῦ οἴκου Μιχα καὶ ἰδοὺ Μιχα καὶ οἱ ἄνδρες οἱ σὺν τῷ οἴκῳ μετὰ Μιχα ἔκραζον κατοπίσω υἱῶν Δαν | And when they were a good way from the house of Micah, the men that were in the houses near to Micah’s house were gathered together, and overtook the children of Dan. |
| 23 | καὶ ἐπέστρεψαν τὸ πρόσωπον αὐτῶν υἱοὶ Δαν καὶ εἶπαν τῷ Μιχαια τί ἐστίν σοι ὅτι ἐβόησας καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δαν τὰ πρόσωπα αὐτῶν καὶ εἶπαν πρὸς Μιχα τί ἐστίν σοι ὅτι ἔκραξας | And they cried unto the children of Dan. And they turned their faces, and said unto Micah, What aileth thee, that thou comest with such a company? |
| 24 | καὶ εἶπεν Μιχαιας ὅτι τὸ γλυπτόν μου ὃ ἐποίησα ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἐπορεύθητε καὶ τί ἐμοὶ ἔτι καὶ τί τοῦτο λέγετε πρός με τί κράζεις καὶ εἶπεν Μιχα ὅτι τὸ γλυπτόν μου ὃ ἐποίησα ἐμαυτῷ ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἀπήλθατε καὶ τί ἐμοὶ ἔτι καὶ τί τοῦτο λέγετέ μοι τί τοῦτο κράζεις | And he said, Ye have taken away my gods which I made, and the priest, and ye are gone away: and what have I more? and what is this that ye say unto me, What aileth thee? |
| 25 | καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δαν μὴ ἀκουσθήτω δὴ φωνή σου μεθ’ ἡμῶν μήποτε συναντήσωσιν ἐν ἡμῖν ἄνδρες πικροὶ ψυχῇ καὶ προσθήσουσιν ψυχὴν καὶ τὴν ψυχὴν τοῦ οἴκου σου καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δαν μὴ ἀκουσθήτω δὴ ἡ φωνή σου μεθ’ ἡμῶν μήποτε ἀπαντήσωσιν ὑμῖν ἄνδρες κατώδυνοι ψυχῇ καὶ προσθήσεις τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ οἴκου σου | And the children of Dan said unto him, Let not thy voice be heard among us, lest angry fellows run upon thee, and thou lose thy life, with the lives of thy household. |
| 26 | καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δαν εἰς ὁδὸν αὐτῶν καὶ εἶδεν Μιχαιας ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν καὶ ἐπόστρεψεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δαν εἰς τὴν ὁδὸν αὐτῶν καὶ εἶδεν Μιχα ὅτι ἰσχυρότεροί εἰσιν αὐτοῦ καὶ ἐξένευσεν καὶ ἀνέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ | And the children of Dan went their way: and when Micah saw that they were too strong for him, he turned and went back unto his house. |
| 27 | καὶ οἱ υἱοὶ Δαν ἔλαβον ὃ ἐποίησεν Μιχαιας καὶ τὸν ἱερέα ὃς ἦν αὐτῷ καὶ ἦλθον ἐπὶ Λαισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα ἐπ’ ἐλπίδι καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί καὶ αὐτοὶ ἔλαβον ὅσα ἐποίησεν Μιχα καὶ τὸν ἱερέα ὃς ἦν αὐτῷ καὶ ἦλθον ἕως Λαισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν | And they took the things which Micah had made, and the priest which he had, and came unto Laish, unto a people that were at quiet and secure: and they smote them with the edge of the sword, and burnt the city with fire. |
| 28 | καὶ οὐκ ἦν ὁ ῥυόμενος ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου καὶ αὐτὴ ἐν τῇ κοιλάδι τοῦ οἴκου Ρααβ καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν αὐτῇ καὶ οὐκ ἔστιν ἐξαιρούμενος ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπων καὶ αὐτὴ ἐν κοιλάδι ἥ ἐστιν τοῦ οἴκου Ροωβ καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατῴκησαν ἐν αὐτῇ | And there was no deliverer, because it was far from Zidon, and they had no business with any man; and it was in the valley that lieth by Beth–rehob. And they built a city, and dwelt therein. |
| 29 | καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δαν ἐν ὀνόματι Δαν πατρὸς αὐτῶν ὃς ἐτέχθη τῷ Ισραηλ καὶ Ουλαμαις τὸ ὄνομα τῆς πόλεως τὸ πρότερον καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δαν κατὰ τὸ ὄνομα τοῦ πατρὸς αὐτῶν ὃς ἐγενήθη τῷ Ισραηλ καὶ ἦν Λαις ὄνομα τῇ πόλει τὸ πρότερον | And they called the name of the city Dan, after the name of Dan their father, who was born unto Israel: howbeit the name of the city was Laish at the first. |
| 30 | καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ Δαν τὸ γλυπτόν καὶ Ιωναθαμ υἱὸς Γηρσομ υἱὸς Μανασση αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δαν ἕως ἡμέρας ἀποικίας τῆς γῆς καὶ ἀνέστησαν ἑαυτοῖς οἱ υἱοὶ τοῦ Δαν τὸ γλυπτὸν Μιχα καὶ Ιωναθαν υἱὸς Γηρσωμ υἱοῦ Μωυσῆ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δαν ἕως τῆς ἡμέρας τῆς μετοικεσίας τῆς γῆς | And the children of Dan set up the graven image: and Jonathan, the son of Gershom, the son of Manasseh, he and his sons were priests to the tribe of Dan until the day of the captivity of the land. |
| 31 | καὶ ἔθηκαν αὐτοῖς τὸ γλυπτόν ὃ ἐποίησεν Μιχαιας πάσας τὰς ἡμέρας ἃς ἦν ὁ οἶκος τοῦ θεοῦ ἐν Σηλωμ καὶ ἔταξαν ἑαυτοῖς τὸ γλυπτὸν Μιχα ὃ ἐποίησεν πάσας τὰς ἡμέρας ὅσας ἦν ὁ οἶκος τοῦ θεοῦ ἐν Σηλω | And they set them up Micah’s graven image, which he made, all the time that the house of God was in Shiloh. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL