민수기 34장 OT LXX Accented
OT LXX Accented · 고대 그리스어(헬라어) · 민수기 (Numbers) · 29절 · 대역: King James Version
| 절 | OT LXX Accented | King James Version |
|---|---|---|
| 1 | καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων | And the Lord spake unto Moses, saying, |
| 2 | ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανααν αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν γῆ Χανααν σὺν τοῖς ὁρίοις αὐτῆς | Command the children of Israel, and say unto them, When ye come into the land of Canaan; (this is the land that shall fall unto you for an inheritance, even the land of Canaan with the coasts thereof:) |
| 3 | καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σιν ἕως ἐχόμενον Εδωμ καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν | Then your south quarter shall be from the wilderness of Zin along by the coast of Edom, and your south border shall be the outmost coast of the salt sea eastward: |
| 4 | καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ακραβιν καὶ παρελεύσεται Σεννα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδης τοῦ Βαρνη καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Αραδ καὶ παρελεύσεται Ασεμωνα | And your border shall turn from the south to the ascent of Akrabbim, and pass on to Zin: and the going forth thereof shall be from the south to Kadesh–barnea, and shall go on to Hazar–addar, and pass on to Azmon: |
| 5 | καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ασεμωνα χειμάρρουν Αἰγύπτου καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα | And the border shall fetch a compass from Azmon unto the river of Egypt, and the goings out of it shall be at the sea. |
| 6 | καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης | And as for the western border, ye shall even have the great sea for a border: this shall be your west border. |
| 7 | καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος | And this shall be your north border: from the great sea ye shall point out for you mount Hor: |
| 8 | καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Εμαθ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδα | From mount Hor ye shall point out your border unto the entrance of Hamath; and the goings forth of the border shall be to Zedad: |
| 9 | καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ασερναιν τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ | And the border shall go on to Ziphron, and the goings out of it shall be at Hazar–enan: this shall be your north border. |
| 10 | καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ασερναιν Σεπφαμα | And ye shall point out your east border from Hazar–enan to Shepham: |
| 11 | καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμ Αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς καὶ καταβήσεται τὰ ὅρια Βηλα ἐπὶ νώτου θαλάσσης Χεναρα ἀπὸ ἀνατολῶν | And the coast shall go down from Shepham to Riblah, on the east side of Ain; and the border shall descend, and shall reach unto the side of the sea of Chinnereth eastward: |
| 12 | καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ιορδάνην καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ | And the border shall go down to Jordan, and the goings out of it shall be at the salt sea: this shall be your land with the coasts thereof round about. |
| 13 | καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ισραηλ λέγων αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση | And Moses commanded the children of Israel, saying, This is the land which ye shall inherit by lot, which the Lord commanded to give unto the nine tribes, and to the half tribe: |
| 14 | ὅτι ἔλαβεν φυλὴ υἱῶν Ρουβην καὶ φυλὴ υἱῶν Γαδ κατ’ οἴκους πατριῶν αὐτῶν καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶν | For the tribe of the children of Reuben according to the house of their fathers, and the tribe of the children of Gad according to the house of their fathers, have received their inheritance; and half the tribe of Manasseh have received their inheritance: |
| 15 | δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ νότου κατ’ ἀνατολάς | The two tribes and the half tribe have received their inheritance on this side Jordan near Jericho eastward, toward the sunrising. |
| 16 | καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων | And the Lord spake unto Moses, saying, |
| 17 | ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη | These are the names of the men which shall divide the land unto you: Eleazar the priest, and Joshua the son of Nun. |
| 18 | καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν | And ye shall take one prince of every tribe, to divide the land by inheritance. |
| 19 | καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη | And the names of the men are these: Of the tribe of Judah, Caleb the son of Jephunneh. |
| 20 | τῆς φυλῆς Συμεων Σαλαμιηλ υἱὸς Εμιουδ | And of the tribe of the children of Simeon, Shemuel the son of Ammihud. |
| 21 | τῆς φυλῆς Βενιαμιν Ελδαδ υἱὸς Χασλων | Of the tribe of Benjamin, Elidad the son of Chislon. |
| 22 | τῆς φυλῆς Δαν ἄρχων Βακχιρ υἱὸς Εγλι | And the prince of the tribe of the children of Dan, Bukki the son of Jogli. |
| 23 | τῶν υἱῶν Ιωσηφ φυλῆς υἱῶν Μανασση ἄρχων Ανιηλ υἱὸς Ουφι | The prince of the children of Joseph, for the tribe of the children of Manasseh, Hanniel the son of Ephod. |
| 24 | τῆς φυλῆς υἱῶν Εφραιμ ἄρχων Καμουηλ υἱὸς Σαβαθα | And the prince of the tribe of the children of Ephraim, Kemuel the son of Shiphtan. |
| 25 | τῆς φυλῆς Ζαβουλων ἄρχων Ελισαφαν υἱὸς Φαρναχ | And the prince of the tribe of the children of Zebulun, Elizaphan the son of Parnach. |
| 26 | τῆς φυλῆς υἱῶν Ισσαχαρ ἄρχων Φαλτιηλ υἱὸς Οζα | And the prince of the tribe of the children of Issachar, Paltiel the son of Azzan. |
| 27 | τῆς φυλῆς υἱῶν Ασηρ ἄρχων Αχιωρ υἱὸς Σελεμι | And the prince of the tribe of the children of Asher, Ahihud the son of Shelomi. |
| 28 | τῆς φυλῆς Νεφθαλι ἄρχων Φαδαηλ υἱὸς Βεναμιουδ | And the prince of the tribe of the children of Naphtali, Pedahel the son of Ammihud. |
| 29 | οὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Χανααν | These are they whom the Lord commanded to divide the inheritance unto the children of Israel in the land of Canaan. |
OT LXX Accented — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: 비상업 배포 허용 (Copyrighted; Free non-commercial distribution) · 출처 ↗
King James Version — getbible.net(CrossWire SWORD 모듈)에서 가져옴 · 라이선스: GPL